1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

93

οὐκ ἔχει σχολὴν εἰς μετάνοιαν ὁ ἄνθρωπος. παιδεύει οὖν αὐτούς, ὅτι οὐ συνετῶς τοῦτο ὑπολαμβάνουσιν, διὰ τοῦ "ἀπόστα ἀπ' αὐτοῦ, ἵνα ἡσυχάσῃ". οὐδὲ γὰρ δύναται μετὰ τοσούτων 368 περιστάσεων σχολὴν ἄγειν οὐδὲ εὐδοκῆσαι τὸν βίον. -- ἵν' ὡς μισθὸν ἐργάτῃ ἀποδῷ. ἄλλως τε αἰνίττεται· εἰ δι' ἁμαρτίας ἔπασχεν, ἀρκούντως εἶχον αἱ ἐπιτιμήσεις, ἵν' ἐκ τούτου ἡσυχία γένηται καὶ ὡς μισθωτὸς λοιπὸν ἐργάσηται. ταῦτα δὲ ὡς πρὸς αὐτοὺς πάλιν εἴρηται δήλου τυγχάνοντος, ὅτι ἀνοχὴν δίδωσι θεὸς εἰς μετάνοιαν, ὡς τὸν Παῦλον λέγειν· "ἢ τῆς ἀνοχῆς αὐτοῦ καὶ μακροθυμίας καταφρονεῖς ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει;" ὅτι δὲ τὸ ἡσυχάσαι ἀντὶ τοῦ παύσασθαι κακίας καὶ ἀρετὴν ἀναλαβεῖν λέγεται, δῆλον ἐκ τοῦ "ἥμαρτες, ἡσύχασον" καὶ ἐκ τοῦ "γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεόν". οἱ γὰρ ἄνθρωποι ἔννοιαν λαβόντες, ὅτι κριτής ἐστιν ὁ θεός, ἡσύχασαν ἀπὸ τοῦ ἁμαρτάνειν. ἔστιν γὰρ δένδρῳ ἐλπίς· ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει καὶ ὁ ῥόδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. διὰ πολλῶν ἀποδείκνυσιν, ὅτι οὐ διὰ φαυλότητα ὑπέμεινεν τὰ ἀνιαρά, οὕτω σαφοῦς τοῦ λόγου γινομένου· καθ' ὑπόθεσιν γὰρ τοῦτο οὕτως ἐχέτω· ἀρκούντως αἱ κολάσεις γεγένην369 ται ὡς καιρὸν ἔχειν τοῦ ἀποστῆναι. οὐδὲ γὰρ ἀπέγνωσται τὰ τῆς μετανοίας οὐδὲ θεὸς ὡς ἀμεταβλήτου τῆς προαιρέσεως οὔσης ἀμέτρως κολάζει. ἔνκειται γὰρ ἡ ἐπιτηδειότης ἐν ταῖς ψυχαῖς, κἂν πολλὴ χύσις ἁμαρ τημάτων γένηται· δύναται οὖν γενέσθαι μετάνοια. δένδρον δὲ τὸν ἄνθρωπον καλεῖ ὡς καὶ πολλαχοῦ τῶν γραφῶν, καθὸ εἴρηται· "ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται." καὶ πάλιν· "ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τοὺς καρποὺς αὐτοῦ καλούς, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τοὺς καρποὺς αὐτοῦ σαπρούς." τοῦτο δὲ ἅπαξ παραθέμενοι οὐκ ἀβασάνιστον αὐτὸ ἐάσομεν. οὐ γὰρ ὁ Σωτὴρ προστάττει σαπρόν τινι γενέσθαι δένδρον ἢ σαπρὸν καρπὸν ἐνεγκεῖν, ἀλλὰ τὴν ἑνὸς ἑκάστου ἕξιν φανερὰν διὰ τῶν ἐνεργειῶν εἶναι καὶ μὴ προκρίνειν τούτου τὴν ὑπόκρισιν. ἔστιν δὲ καὶ ἑτέρως νοῆσαι τοῦτο· οἱ Ἰουδαῖοι ἔλεγον περὶ τοῦ Σωτῆρος· "ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια." διόπερ αὐτὸς ὁ Σωτήρ φησιν αὐτοῖς· "ἢ ποιήσατε 370 τὸ δένδρον καλὸν" καὶ τὰ ἑξῆς. εἰ γὰρ τὸ ἐκβάλλειν δαίμονας ἀγαθόν, ἀγαθὸς ὁ τοῦτο ἐνεργῶν, εἰ δὲ φαῦλος ὁ ἐνεργῶν, φαῦλον καὶ τὸ γεγενημένον. ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερι#6σμὸν ὥσπερ νεόφυτον. τοῦ δένδρου εἰς τὸν ἄνθρωπον μεταφερομένου δῆλον ἔσται, ὅτι ἡ ψυχὴ ἀσθένειαν ὑπομένει, ἥτις διὰ τοῦ "ἐὰν γηρά σῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ" δηλοῦται. ἔχει πάλιν προσδοκίαν μετανοίας, κἂν ἐν πέτρᾳ στέλεχος αὐτοῦ, δηλονότι τοῦ ἀνθρώπου, τελευτήσῃ. κἂν γὰρ προσαράξῃ τῇ ψυχῇ ἁμάρτημα ὥστε θάνατον αὐτῇ ποιῆσαι καὶ ἀπὸ τοῦ ὕψους τῆς ἀρετῆς αὐτὴν κατασπάσαι, ὅπερ τὸ στέλεχος δηλοῖ, ἀλλ' οὐκ ἐκκόπτει τὴν εἰς ἀρετὴν ἐπιτηδειότητα, ὅπερ δηλῶν ὁ κύριος ἔλεγεν· "ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν," σημαίνων τὴν ἐνκειμένην δύναμιν, ἥντινα καὶ τὸ παρὸν ἀνάγνωσμα διδάσκει. "ἀπὸ ὀσμῆς ὕδατός" ἐστιν «ἀπὸ τοῦ λόγου τοῦ θείου εὐωδοῦς ὄντος». "μύρον γὰρ 371 ἐκκενωθὲν ὄνομά σου." ἀναλαμβάνει ποτὸν καὶ νεάσει διὰ μετανοία̣ς̣, ὥστε καὶ θερισμὸν π̣οιῆσαι καθὰ τοὺς ἐξ ἀρχῆς τοῦ λόγου ἀδιαπτώτως ἀκούοντας ὥστε εἰπεῖν περὶ αὐτῶν· "ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν." δῆλον δὲ καὶ ἐκ τοῦ θ̣ερισμὸν εἰπ̣ε̣ι῀̣ν ποιεῖν τὸ δένδρον, ὅτι οὐ περὶ τοῦ αἰσθητοῦ λέγε̣ται· οὐ γὰρ θερίζεσθαι τὰ δένδρα εἴποι τις ἄν, ἀλλὰ μᾶλλον τρυγᾶσθαι, ὥστε περὶ π̣όνω̣ν ψυχῆς ἠμελημένης καὶ ἐκ μετανοίας διὰ τὸν σωτήριον λόγον ἀναλαμπούσης οἱ προτεθέντες εἴρηνται στίχοι. -- λόγου ἐκείνου, ὃν ὁ κύριος ὕδωρ καλῶν ἔλεγεν· "ὁ πιστεύων εἰς ἐμέ, ποταμοὶ ἐκ τῆς