1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

100

ἐστὶν ἀναπαύσει, ὡς τὴν 395 γῆν αὐτοῖς δίδοσθαι καὶ μὴ ἐπέρχεσθ̣αι ἀλλογενῆ ἐπ' αὐτούς, ὁ δὲ ἀσεβὴς ἐν φροντίσιν ἐστίν. καὶ ει᾿̣ μὴ κατὰ τ̣ὰ εἰρημένα τοῦτο ἔλ̣εγεν, ε̣ἰ῀̣χε λόγον. ἐπειδὴ δὲ εἶπεν̣, ὅτι ἁμαρτωλός ἐστιν, πα̣ραινίττεται ὅτι «διὰ τοῦτο ἐν φροντίσιν ὑπάρχεις, ἐπεὶ οὐκ εἶ δίκαιος, ᾧ μετὰ τῶν ὁμοίω̣ν ἐδόθη ἡ γῆ καὶ οὐκ ἐπέρχεται ἀλλογενής». οὗτος μὲν οὖν ὅπως τοῦτο εἶπεν, δεδήλωται. ὁ δ̣ε`̣ κύριος παραγγέλλων τοῖς ἑαυτ̣οῦ μαθηταῖς φησιν· "μὴ μεριμνήσητε περὶ τῆς αὔριον." καὶ παραγγελία ἔστιν, ἵνα "πᾶσαν μέριμναν ἐπὶ κύριον ῥίψωμεν". ε̣ἰ δὲ καὶ τὰ χρ̣ήματα λέγει τὸν βίον, καὶ οὗτος "ἐν φροντίδι". ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ. ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ. τοῦτο λέγει, ὅτι κἂν δυναστεύων τις καταθρασύνη ται, ἴστω ὅτι ἀριθμητὰ ἔτη ἔχει. οὐχ ἡ δυναστεία πολυχρόνιον αὐτὸν ποιεῖ· ἐπιμετρεῖται γὰρ τοῖς ἀνθρώποις χρόνος παρὰ τοῦ θεοῦ πρὸς τὸ αὐτοῦ κρίμα. κἂν ἀλαζονεύηται οὖν ὁ δυνάστης, ἀλλ' ὁ βίος αὐτοῦ καὶ τὰ ἔτη αὐτοῦ ὀλίγα τυγχάνει καὶ ἐπίφοβα ἀεὶ ἐν τοῖς ὠσὶν τὸν φόβον ἔχοντος διὰ τὸ ἀβέβαιον τοῦ τρόπου. 396 τ̣ὸν δὲ παθητικὸν ὁ τοιοῦτος ἔχει φ̣όβον. ὅταν γὰρ ε᾿̣ν φ̣ρ̣οντίσιν τοῦ βίου ἐστίν, εὐλαβεῖται καὶ τὸν θάνατον. ο῾̣ δὲ σπουδαῖος εἰδώς, ὅτι κάλλιον "ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι", εὔελπίς ἐστιν, τοῦ φαύλου οὐχ οὕτως ὄντος, ἀλλὰ φοβουμένου· εἴρηται γάρ, ὅτ̣ι "φεύγει ἀσεβὴς οὐδενὸς διώκοντος". ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. κἂν ἐν πολλῇ εὐθηνίᾳ τις ὑπάρχῃ ὡς ὁ λέγων ἐν τῷ εὐαγγελίῳ· "καθελῶ μου τ̣ὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ ἐρῶ τῇ ψυχῇ· ψυχή, ἔχεις ἀγαθὰ πολλά, φάγε, πίε, εὐφραίνου", ἀλλ' ὁ κύριος αὐτῷ λέγει· "ἄφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσιν τὴν ψυχήν σου ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;" ὅτε γὰρ ἔδοξεν εἰρηνεύειν ἐν τῷ πλούτῳ, ἦλθεν ἡ καταστροφὴ αὐτοῦ. ταῦτα μὲν οὖν ὁ θεῖος ὑποβάλλει λόγος. ἔοικεν δέ, ὅτι οὗτος ἐκ παρακουσμάτων τῶν σοφῶν ταῦτα λέγει κατὰ τ̣οῦτο σφαλλόμενος, ὅτι περὶ τοῦ Ἰὼβ αὐτὰ ᾐνίττετο. μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους. ὅμοιον τῷ "ὅταν λέγωσιν· εἰρήνη καὶ ἀσφαλία ἐστίν" τὸ "ὅταν δοκῇ εἰρηνευ´̣ειν, ἥξει αὐτοῦ ἡ καταστροφή". "τότε," φησίν, "αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ 397 ἐχούσῃ." -- ξατ 7 ιοβ 15,22β-23α ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, κατατέτακται δὲ εἰς σῖτα γυψίν. ἀπεντεῦθεν γὰρ ὁ ἁμαρτάνων ἐθησαύρισεν ἑαυτῷ κόλασιν, ἅπερ διὰ τοῦ σιδήρου καὶ τῶν γυπῶν σημαίνεται. οὐ δεῖ δὲ ξενίζεσθαι, ὅτι οὗτος τοιαῦτα λέγει. ἤδη γὰρ εἴρηται, ὅτι ἴσως ἐκ παρακουσμάτων τῶν ἀρχαίων αὐτὰ προφέρει. ιοβ15,23β οἶδεν δὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα. λέγει, ὅτι τὸ συνειδὸς τῶν ἁμαρτανόντων οἶδε τὴν τῶν ἐπιτηδευμάτων τῶν φαύλων προσδοκίαν, ὅτι αὕτη πτῶμα ὑπάρχει. ιοβ 15,23ξ ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει. ἀντὶ τοῦ «διαταράττεται ἐκ τῶν κολάσεων». ἔχεις ἐν Ἀμῶς περὶ ταύτης τῆς ἡμέρας· "οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου, καὶ ἵνα τί ὑμῖν αὕτη ἡ ἡμέρα κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς" ̣αμος 5, 18-20̣ "καὶ γνόφος οὗ οὐκ ἔστι φέγγος" ̣ξφ. ιοβ 10,22α̣. ιοβ 15,24α ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει. φησὶν οὖν, ὅτι οἱ φαῦλοι τούτοις περιπεσοῦνται, διὰ πάντων κατασκευάζων, ὅτι δι' ἁμαρτίας ταῦτα πάσχει. ιοβ 15,24β ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων. εἰ καὶ μὴ ὁ Ἰώβ ἐστιν ὁ ταῦτα λέγων, ἀλλ' εἶχέ τινα τοῦ διαβόλου γνῶσιν, ἥντινα εἰκὸς ἐκ λόγων ἢ τοῦ Ἰὼβ ἢ ἄλλων παλαιῶν ἔσχεν. πρωτοστάτην οὖν αὐτὸν στρατηγὸν διὰ τὸ ἀρχέκακον λέγει. φησὶν οὖν, ὅτι οὕτως αὐτὸν καθέξει, ἀνάγκη καὶ θλῖψις λεγόμενος ἐν τοῖς προειρημένοις, ἔσται ὡς ὁ πρωτοστάτης στρατηγός· οὕτως καὶ αὐτὸς πεσεῖται ἀρχέκακος ὤν. 401 ιοβ 15,26α ἔδραμεν δὲ ἐναντίον αὐτοῦ ὕβρει. - - - ·ς ἐμφαίνεται διὰ τοῦ μὴ κεκρυμμένως αὐτὴν ἐνεργεῖν, ἀλλ' ἐναντίον κυρίου. ὕβρις δὲ δύναται εἶναι καὶ ἡ ἀλαζονεία καὶ πᾶσα ἀδικία· ὕβρεως γὰρ ἀξίους ποιεῖ τοὺς ἐνεχομένους. ὁ ὑβρίζων τινὰ λόγους λέγει κ̣αὶ