1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

102

βάλλει σκιάν· "οὔτε γὰρ ἦν ἀπ' ἀρχῆς", φησίν, ἡ κακία "οὔτε εἰς τὸν αἰῶνα ἔσται." οὐδὲ μὴ ἐκφύγῃ τὸ σκό#6τος. καὶ εἰκότως· ὁ γὰρ τῶν ἄλλων παραίτιος εἰς κακίαν ἀναπόδραστον ἔχει τὴν κόλασιν. τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος. εἰ καὶ ἔδοξε βλαστάνειν ἐν οἷς ἠπάτησεν καὶ ἐν οἷς ἐκπληροῖ αὐτοῦ τὴν κακίαν, ἀλλ' ὁ βλαστὸς οὗτος ὑπὸ ἀνέμου μα405 ραίνεται· οὐ γάρ ἐστιν ῥίζαν ἔχων. οὐ γὰρ οὐσιώδης ἡ κακία, ἀλλὰ ἔξωθεν ἐπεισελθοῦσα, ἥτις προσβολῇ πειρασμοῦ, ὅστις ἄνεμος εἴρηται, ἐλέγχεται καὶ πίπτει καὶ μαραίνεται. ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. τὸ ἄνθος ἀρχὴ καὶ προοίμιόν ἐστιν καρποῦ, καὶ τοῦτο οὖν ἐκπίπτει. κἂν γὰρ ἀλαζονεύηται ὁ μετέχων κακίας, ἀλλὰ μικρὸν ὕστερον ταπεινοῦται. τοῦτο δὲ πολλάκις καὶ εὐεργετικόν ἐστιν, καθὰ καὶ ὁ ἰατρὸς τὴν ἐπιφυομένην λύμην τῷ σώματι πολλάκις διὰ σιδήρου ἐκτέμνει καὶ οὐδὲ παύεται προσάγων τὰ ἀνιαρά, ἕως οὗ τὸν σκοπόν, τὸ ὑγιεινόν, ἀποπληρώσῃ. ξατ 12 μὴ ἀσφαλῆ, φησίν, τὰ καθ' ἑαυτὸν νομιζέτω ὁ ἀσεβὴς πταίων εἰς θεόν. κενὰ γὰρ ἀποβήσεται αὐτῷ. ματαιότης γάρ ἐστιν αὐτοῦ πᾶσα πρᾶξις διὰ τὸ μηδὲν ὑφεστηκὸς ἔχειν. ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται. διὰ τοῦτο τὸ ἄνθος αυ᾿̣τ̣οῦ ἐκπίπτει καὶ ὁ βλαστὸς αὐτοῦ μαραίνεται, ὅτι οὐ μένει καιρὸν τελείου καρποῦ. ὅμοιον τούτῳ τὸ "μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου." τινὲς ἐκ τῶν τοιούτων λέξεων ταραττόμενοι εἱμαρμένην εἰσηγοῦνται καὶ λέγουσιν ὅτι «ὑπὸ καιρόν ἐσμεν ἐν οἷς πράττομεν». τὸ δὲ "πρὸ ὥρας" ἐνταῦθα «πρὸ τῆς τελεσφορήσεως» λέγει, καθὸ λέγομεν ὥραν εἶναι τρυγητοῦ ἢ ἀμήτου. οὕτω γοῦν ὁ Ἰὼβ "ἐλήλυθεν ἐν τάφῳ ὡς σῖτος ὥριμος κατὰ καιρὸν συνκομισθείς". εὐεργεσία δὲ θεοῦ 406 ἐστιν τῆς κακίας τὸν βλαστὸν πρὸ ὥρας φθαρῆναι. καὶ ὁ ῥόδαμνος αὐτοῦ οὐ πυκάσει· τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. οὐκ ἐπιτρέπεται εἰς τελείαν καρποφορίαν ἐλθεῖν τὸ ἄνθος αὐτοῦ. οὐδὲν δ' ἧττον καὶ τοῦτο ὡς προείρηται λυσιτελές ἐστιν καὶ χρήσιμον̣ ··ε̣λετην κακίαν εἶναι τῶν ἐν̣εργ̣ο̣ύν̣τ̣ων. τὰ δὲ τῶν δικαίων οὐχ οὕτως· τὰ γὰρ κλήματα τῆς ἀληθινῆς ἀμπέλου μένοντα ἐν τῇ συμφυίᾳ βλαστοῦσιν καὶ καρποφοροῦσιν. μαρτύριον γὰρ ἀσεβοῦς θάνατος. τὰ φθάσαντα διελθὼν τὸ πέρας τοῦ ἀσεβοῦς θάνατον ἀποφαίνεται. ἡ γὰρ τῆς κακίας τελεσιουργία θάνατον ἀπεργάζεται, οὐ τὸν κοινόν, ἀλλὰ τὸν τῆς κολάσεως. πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν. καὶ κατὰ τὸ πρόχειρον ὠφέλειαν ἔχει, ὅτι οἱ δωροδοκοῦντες πάντως ἐπὶ ἀδικήμασι καὶ ἀσεβήμασιν τοῦτο ὑπομένουσιν. εἴρηται γάρ· "ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν." πῶς δὲ καίεται τοῦ δωροδέκτου ὁ οἶκος, ἐπισ̣τῆσαι δεῖ. εἴρηται· "καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς." ἐν γὰρ ἐξετάσει τῶν πραγμάτων ἔσται ἀπόδοσις κατὰ τὸ εἰρημένον· "ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον." ἔστιν δὲ ὅτε καὶ ἐν τῷ βίῳ τούτῳ ἡ ἀνταπόδοσις γενήσεται κατὰ τῶν δω407 ροδεκτῶν. ἐπεὶ γὰρ "ἡ κρίσις τοῦ θεοῦ ἐστιν", ὅσοι διαστρέφουσιν τὰ τοῦ θεοῦ κρίματα, οὗτοι ὑπὸ κόλασιν πίπτουσιν. ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας. τοῦτο λέγει, ὅτι πατὴρ ἔσται κακῶν γεννημάτων αἴτιος γινόμενος κολάσεων. τὰς δ' ἀμοιβὰς τὰς θείας οὐκ ἄνθρωπος γεννᾷ, ἀλλὰ θεὸς χαρίζεται· "οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς." καὶ οὐ τοῦτο λέγομεν, ὅτι τῶν ἀγαθῶν ὁ σπουδαῖος οὐκ̣ ἔστιν αἴτιος, ἀλλ' ὅτι αἱ χ̣άριτες τοῦ θεοῦ καὶ αἱ δωρεαὶ ἀνυ̣π̣ε̣ρβ̣λήτῳ ὑπεροχῇ παρ' αὐτοῦ παρέχονται· "πᾶσα γ̣ὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον παρὰ τοῦ πατρὸς τῶν φωτῶν." ὅτι δὲ τοῖς μὲν φαύλοις ἕπεται τὰ τῆς κολάσεως τρόπον τινὰ αὑτοῖς αὐτῶν αὐτὰ ἐπαγόντων, τοῖς δὲ σπουδαίοις θεὸς ὀρέγει τὰς χάριτας, εἴρηται· "τοὺς δοξάζοντάς με δοξάσω, οι῾̣ δὲ ἐμὲ ἐξουθενοῦντες ἀτιμασθήσονται." ἡ γὰρ ἐξουθένωσις τοῦ θεοῦ ἐπιφέρει αὐτοῖς τὴν ἀτιμίαν. τοῦτο καὶ ὁ Παῦλος γράφει· "τοῖς