1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

τῆς διηγήσεως ἔχει τὸ βαρὺ, καὶ τὸ πρὸς λύπην ὑπερβάλλουσαν ἐπιῤ ῥεπές. Ἀλλ' εἰ καὶ ἱκανὰ ἦν ταράξαι, διὰ τὸ ἀθρόον 39.1125 τοῦ χαλεποῦ, ὅμως οὐκ ἐταράχθη ὁ δίκαιος. Εἴρηται γοῦν ἐν ἑνὶ τῶν ψαλμῶν περὶ τοῦ ἁγίου· Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Στ. ιςʹ. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε πρὸς Ἰὼβ, Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως, καὶ σωθεὶς ἐγὼ μό νος, ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ∆ιδύμου. Οὐ γὰρ διάβολος ἐξουσίαν ἔχει, πῦρ ἐξ οὐρανοῦ καταγαγεῖν, ἀλλὰ θείᾳ κρίσει τοῦτο γεγένη ται, ὅπως παραστήσῃ τῷ Σατανᾷ ὁ δεδωκὼς αὐτῷ τὴν ἐξουσίαν τῶν τοῦ Ἰὼβ Θεὸς, ὅτι οὐδὲ μέλει τῷ μακαρίῳ τῶν ἀνθρωπίνων, κἂν πολλὰς πλέκῃ μηχα νάς. Καίτοιγε εἰ καὶ τὰ δόγματα τῆς ἀληθείας ἠκρι βωκὼς ὁ ἅγιος ἐγίνωσκεν, ὡς οὐκ ἄνευ Θεοῦ ἡ τῶν πειρασμῶν ἐπιτροπὴ γέγονεν, ἀλλ' ἱκανὸν ἦν τὸ γι νόμενον μεγίστην αὐτῷ φέρειν λύπην, διὰ τοὺς σκαν δαλιζομένους, ὡς καὶ Θεοῦ κατ' αὐτοῦ χωροῦντος. Τὸ γὰρ τοὺς αἰχμαλωτίζοντας ἐπελθόντας, τὰ μὲν κτή νη ἀπελάσαι, τοὺς δὲ παῖδας ἀποσφάξαι, ἠδύναντο λογίσασθαι οἱ ἁπλούστεροι, ὅτι νόμῳ πολέμου, ἀλλ' οὐκ ἀπὸ Θεοῦ γέγονεν· ὅτε δὲ πῦρ ἀπήγγελται οὐρα νόθεν κατελθὸν, δέος ἦν μή τις λογίζηται τῶν ἀσθε νῶν, ὡς οὐδὲν θαυμαστὸν ἡ ἀρετὴ, καὶ παρὰ Θεοῦ τιμωρουμένου τοῦ ταύτην ἔχοντος. Ἀλλὰ καὶ τούτου συμβάντος, ὁ ἅγιος οὐκ ὤκλασεν· ὅθεν πρὸς τὸ ἀν ένδοτον τοῦ ἀθλητοῦ ἐναργέστατα εἴρηται [ἴσ. δηλοῦ σθαι] τὸ, Ὅτε οὗτος ἐλάλει, καὶ οὗτος ἦλθεν. Ἵνα γὰρ μηδεμίαν τῶν πόνων ἀναψυχὴν τῷ παλαιστῇ δῷ, ἀλλὰ τῷ συνεχεῖ τῆς ἀγγελίας ταράξῃ τὸν δίκαιον, καὶ καθάπερ ναῦν, τῷ ἐπαλλήλῳ τῶν κυμάτων ὑπο βρύχιον γενέσθαι παρασκευάσῃ τοῖς πάθεσι, πυκνὰ κατ' αὐτοῦ πέμπει τὰ πικρὰ βέλη τῶν συμφορῶν. Αὐτὸς ὁ τῶν κακῶν ἐργάτης, αὐτὸς ὁ ἄγγελος, αὐτὸς ἔπληξε τὰ κτήνη, καὶ αὐτὸς ἀπαγγέλλει τὴν πληγὴν, καὶ ταύτην κατὰ τὴν συνέχειαν, ἵνα μηδὲ ἀναπνεύσῃ ὁ ἀκούων. Στ. ιζʹ. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε πρὸς Ἰώβ, "Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμή λους, κ. τ. λ. ∆ιδύμου. Τὸ γοῦν καὶ περὶ τῆς σφαγῆς τῶν παί δων ἀκοῦσαι, καὶ ἀνδρείως ἐνεγκεῖν, τοῦτο δείκνυσι τὴν ἀνδρείαν τε τοῦ δικαίου καὶ καρτερίαν. ∆ῆλον δὲ, ὡς ὑφ' ἓν πάντα γέγονε, μηδὲ ἀκουσάντων υἱῶν τὰ συμβεβηκότα, καὶ γὰρ ἐσημειώσατο ἡ Γραφὴ, ὅτι παρὰ τῷ πρεσβυτέρῳ αὐτῶν ἀδελφῷ ἠρίστων. Ταῦτα ἱκανὰ ἦν εἰς ἔκστασιν ἀγαγεῖν καὶ θορυβῆσαι τοὺς μὴ λογιζομένους τὰς συνεχεῖς τροπὰς τῶν πρα γμάτων καὶ ἀλλοιώσεις, τοὺς συνέχειν πειρωμένους τὰ μὴ ἴδια, ὧν ἡ κτῆσις λυπηροτέρα καὶ τῆς πρώτης στερήσεως. Ἤδη γάρ τινες τῷ ἀθρόῳ τῆς μεταπτώ σεως προσομιλήσαντες, καὶ περὶ αὐτὸν τὸν σώφρονα νοῦν ἐκινδύνευσαν, τοσοῦτον ἁλόντες ὑπὸ τοῦ πάθους, ὅσον καὶ ἠγάπησαν τὰ μίσους ἄξια καὶ φυγῆς. Μετρεῖ γὰρ αὐτοῖς τὴν ἀθυμίαν, τῆς πολλῆς εὐθυμίας τὸ 39.1128 ἀβασάνιστον. Τὸ γὰρ μὴ πρὸς κτῆσιν ἐλθὸν, καὶ λύ πης ἐστὶν ἀπείρατον· τὸ δὲ ἐν πείρᾳ γενόμενον, καὶ πρὸ τῆς στερήσεως σύνοικον ἔχει τὸν φόβον τοῦ πά θους, καὶ μετὰ τὴν στέρησιν δριμείας φέρει τὰς ὀδύ νας. Εὐθυμία γὰρ ἀχαλίνωτος, καὶ νοῦς ἀπαιδαγώ γητος, τελευταίοις ἁλίσκεται θρήνοις. Ἀλλ' οὐ τοι οῦτος ἦν Ἰὼβ ὁ ἀοίδιμος, τῆς καρτερίας τὸ θαυμα στὸν χρῆμα, τῆς ἀνδρείας ὁ ἀκρότατος ὅρος, τὸ τῆς εὐσεβείας κεφάλαιον, τῆς φιλοσοφίας τὸ μέγα παρά δειγμα. Φέρειν γὰρ οἶδε, καὶ εὐθυμίαν σωφρόνως, καὶ συμφορὰν γενναίως. Ἡ γὰρ προλαβοῦσα φιλοσοφία ταῖς μετὰ ταῦτα πληγαῖς οὐδαμῶς ἀπελέγχεται. Πῶς δ' ἂν καὶ ἐγένετο τὸ πάθος ἀφόρητον τῷ τὰ θεῖα πε παιδευμένῳ, καὶ προασκηθέντι καλῶς τὴν εὐσέβειαν; Ὁ γὰρ τὸν πλοῦτον κοινὸν ἔχειν πεπαιδευμένος, ταῖς δαπάναις τῶν δεομένων πλουτεῖ, καὶ οὐκ εὐλαβείται τὴν στέρησιν· διὸ καὶ ἀφιστάμενος οὐ δυσχεραίνει, φιλοσοφίας δὲ μᾶλλον ἀφορμὴν τὸ πάθος πεποίηται, καὶ τοῖς φαιδροῖς