1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

ἐκπλήξεως ἄξια, πρὸς ὠφέλειαν ἀνθρώπων, ὧν τὸ πλῆθος οὐδὲ λόγῳ καταλέξαι οἷόν τε. Λέγει δὲ τὴν καθ' ἑκάστην γενεὰν ποικίλην γενομένην πρόνοιαν, κοινῶς τε πρὸς ἅπαντας, καὶ ἰδίᾳ πρὸς ἕκαστον. Ὡς γὰρ τῶν ἀνθρώ πων οὐκ ἔστιν ἀριθμὸν εὑρεῖν, οὕτως οὐδὲ τῆς τοῦ Θεοῦ ἐφικέσθαι προνοίας. Στ. ιαʹ. Τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα. ∆ιδύμου. Μεταβαίνει καὶ ἐπὶ τὴν κατ' ἀνθρώπους πρόνοιαν, καὶ τοῦτο δὲ διακείμενος περὶ τοῦ Θεοῦ, ὅτι αὐτὸς ἐξ ὕψους ταπεινοῖ, ἐκ πενήτων πλουσίους, ἐξ ὑπηκόων ἄρχοντας, ἐκ νοσούντων ὑγιαίνοντας ἀπεργαζόμενος. Στ. ιζʹ. Μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ Κύριος νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναί νου. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθ ίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. ∆ιδύμου. Ἐλέγχει Θεὸς, καὶ τὴν τῆς μάστιγος ἐπάγει νουθεσίαν, οὐχ ἵνα ἀπολέσῃ, ἀλλ' ἵνα σώσῃ τὸν παιδευόμενον· καὶ σὺ τοίνυν μὴ καθυφεὶς τοῦ φρονήματος, μετ' εὐχαριστίας δέχου τὸν ἔλεγχον. Στ. ιηʹ. Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. ∆ιδύμου. Κατὰ δέ τινας ὑποβάλλουσιν οἱ στίχοι, ὅτι εἰς ὅσον τις ὑπὸ τὸν ἐν ἓξ ἡμέραις γεγενημένον ὑπάρχει κόσμον, τὰς ἐν αὐτῷ ὑπομένει ἀνίας, καὶ θλίψεις· κἂν ἅγιός τις ὑπάρχῃ, ἔχει τὴν ἐκ τοῦ σώματος τῆς χρείας ἀνάγκην· ὑπερβὰς δὲ τὸν κό σμον, καὶ ἐν τῇ ἑβδοματικῇ ἀναπαύσει γεγενημένος, οὐκ αἰσθήσεται κακώσεως· ἐπεὶ καὶ τοῦ ἀφιλάργυρον ἔχοντος τὸν τρόπον οὐχ ἅπτεται ζημία. Ὁ δὲ νοῦς τοιοῦτος· Ἐν τῷ νῦν αἰῶν· γυμνάσει σε, καὶ ἐν τῷ μέλλοντί σε δοξάσει. Οὐκ ἀνάγκη δὲ ταῖς θεωρίαις τὰς ἱστορίας ἐξομαλίζειν ἑξῆς. Στ. κςʹ. Ἐλεύσῃ δὲ ἐν τάφῳ, ὥσπερ σῖτος ὥρι μος, κατὰ καιρὸν θεριζόμενος· ἢ ὥσπερ θημωνία ἅλωνος καθ' ὥραν συγκομισθεῖσα. ∆ιδύμου. Τοῦτο γὰρ δηλοῖ ἡ συγκομιζομένη θη μωνία, τὴν πλήρωσιν, καὶ τελείωσιν, καὶ ὅτι ἐπ' ἀσφαλοῦς λοιπὸν τῷ ὄντι ἐστὶν ὁ τέλειος.

ΚΕΦ. ʹ, στ. εʹ. Τί γάρ; μὴ διακενῆς κεκρά ξεται ὄνος ἄγριος, ἀλλ' ἢ τὰ σῖτα

ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς, ἐπὶ φάτνης ἔχων τὰ βρώ ματα; ∆ιδύμου. Μὴ γὰρ ματαίως φωνὴν ἀφίησιν ὄνος ἄγριος, ἀλλ' ἐνδεόμενος τροφῆς· ἀλλ' οὐδὲ βοῦς μυ κᾶται, ἐπὶ φάτνης βρωμάτων κειμένων· ὥστε μηδὲ ἐμὲ αἰτιῶ, εἰ κράζω, κατὰ τὴν σὴν ὑπόληψιν, διὰ τὰ ἀνιαρὰ, τῆς φύσεως ἀσθενοῦς ὑπαρχούσης. Ταῦτα δέ φησιν ὁ δίκαιος, ὅτι Ὡς οὐ μάτην ἀνακράζει ὄνος, ἢ 39.1136 βοῦς, ἀλλ' ὅταν ἐπιλείπῃ τὰ βρώματα· οὕτως οὐδὲ ἐγὼ ἠθύμουν, εἰ μὴ πρὸς ἔσχατον ἐληλάκειν κακοῦ, ἄγων τὸν Ἐλιφὰζ πρὸς τὸ μὴ μέμφεσθαι τὸν ὀδυνώ μενον, εἰ κράζει. Οὐ γὰρ ἀναίσθητον εἶναι δεῖ τὸν δίκαιον, κἂν καρτερῶς φέρῃ τὰ θλίβοντα. Αὕτη γὰρ ἀρετή ἐστιν, ὅταν αἴσθησιν τῶν ἐπιπόνων δεχόμενός τις, ὑπερφρονῇ τῶν ἀλγηδόνων διὰ τὸν Θεόν. Στ. ςʹ. Εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; ∆ιδύμου. Πρὸς δὲ διάνοιαν, Ἅπας λόγος κενὸς καὶ μάταιός ἐστιν, ἐστερημένος πράξεως ἐναρέτου. Τούτου παραστατικὸν τὸ, Οὐ γὰρ ἐν λόγῳ ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει, οὐκ ἐν κεναῖς ὑποσχέσεσιν, ἀλλ' ἐν λόγῳ ἐνεργεῖ τὰ τῆς σω τηρίας ὑπάρχει. Στ. ιεʹ. Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα, παρ ῆλθόν με. ∆ιδύμου. Καὶ οἱ δοκοῦντες δὲ φίλοι εἶναι, ἐνστάν τος δὲ θλιβεροῦ καιροῦ ἐλεγχόμενοι, ὅτι ψεύδονται τὴν φιλίαν, καὶ σχηματίζονται, λόγον τε ἂν [ἴσ. λέ γοιντ' ἂν] χείμαῤῥος καὶ κῦμα, διὰ τὸ ἀβέβαιον καὶ ἄπιστον. Ὡς γὰρ ὁ χείμαῤῥος δόκησιν παρέχει αὐθιγενοῦς καὶ ἀεννάου ποταμοῦ, καὶ τὸ κῦμα κορυ φούμενον τοῖς ἀπείροις δοκεῖ μὴ ἄν ποτε ταπεινω θῆναι ἤλεγξε [ἴσ. ἐλέγχει] δὲ καὶ τὸν χειμάῤῥουν πρόσκαιρον ὄντα ὁ αὐχμὸς, καὶ τὸ κῦμα ἡ νηνεμία· οὕτω καὶ τοὺς ὑποκρινομένους τὰ τῆς φιλίας, καιροῦ ζάλη δείκνυσι πολύ τι πρὸς τοὺς ἀληθινοὺς φίλους ἀντι κειμένους. Οἱ μὲν γὰρ δίκαιοι, ἣν ἔχουσι βεβαιό τητα πρὸς τοὺς