1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

ἀγαπωμένους, ταύτην φαίνονται ἐν ἀνέσει, καὶ ἐν περιστάσει τηροῦντες, τὸν ὅρον τῆς φιλίας μὴ διαστρέφοντες· καὶ οὐ θαῦμα, ὅπουγε καὶ πρὸς τοὺς ἐχθροὺς τὴν ἀγάπην ἐκτείνουσι, μετὰ τῶν μισούντων τὴν εἰρήνην εἰρηνικοὶ ὄντες· οἱ δὲ φαῦλοι μέχρι μέν τινος κρύπτουσιν ὅπερ εἰσὶ, φωρῶνται δὲ ἐν τοῖς περιστατικοῖς, τὸ προσωπεῖον τῆς ἀγάπης ἀποδυσάμενοι. Τοῦτο τοίνυν καὶ τῷ Ἰὼβ πρὸς δοκι μασίαν τότε συνέβαινεν· ἴσως δὲ καὶ τοῦτο τοῦ ἐξαι τησαμένου ὑποβάλλοντος, πείθοντός τε καὶ τοὺς φί λους, διὰ τὸ πάθος καταφρονεῖν αὐτοῦ. Οὐ μικρὸν δὲ ἀνιᾷ ἐν τοῖς θλιβεροῖς ἀπουσία τῶν φίλων. Ταύτην ὑπομένων τὴν θλίψιν καὶ ∆αβὶδ ὁ ἅγιος ἔψαλλε [ἴσ. ἔψαλε]· Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Καὶ πάλιν ἀποδυρό μενος, ἔλεγε· Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρ δίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. Στ. ιηʹ. Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπε πτώκασί μοι. ∆ιδύμου. Ἴσως μὲν οὖν ἠρέμα τοὺς φίλους ἐλέγχει, ὅτι Ἀγνοοῦντες τὴν αἰτίαν τῶν ἐπαγωγῶν, ἐπεμ βαίνετέ μοι, τολμῶντες τοιαῦτα λέγειν, ἃ μὴ πρότε ρον εἰρήκατε, διὰ τὴν πρός με εὐλάβειαν. Εἰκὸς δὲ ὅτι καὶ πολλοὶ τῶν ἄλλων διὰ τὴν συμφορὰν αὐτῷ ἐνήλλοντο. 39.1137 Στ. καʹ. Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀν ελεημόνως. ∆ιδύμου. Καὶ τοὺς ἐπ' αἰτιᾳ ψεκτῇ περιπεσόντας σκυθρωποῖς νουθετῶν τις, οὐκ ἐλέγχει, κατὰ λόγον [ἴσ. λόγου] κινούμενος· οὐ τοῦτο γὰρ πρόκειται· ἀλλὰ μᾶλλον εἰς ἀνδρείαν προτρέψασθαι, τοῦ γενναίως ἐνεγκεῖν. Τὸ γὰρ λέγειν, ∆ιατί γὰρ ἥμαρτες; βαρύ ναι ἐστὶ μᾶλλον ἢ πόνων κουφίσαι. Καὶ γὰρ τῷ ὄντι ἀνελεημόνως ἐπέστησαν αὐτῷ, ἐκ τοῦ πεπλανῆσθαι περὶ τὴν αἰτίαν τῆς ἐπαγωγῆς, καὶ ὅτι τὸν μὴ ὑπο κείμενον ἐλέγχῳ, ἐλέγχειν ἐπειρῶντο. Στ. καʹ. Ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα, φοβήθητε. ∆ιδύμου. Κηδεμονικώτατα δὲ ὁ ἅγιος καὶ πρὸς τοὺς μὴ ὀρθῶς διακειμένους πρὸς αὐτὸν προσφέρεται, ἀπὸ τῶν καθ' ἑαυτὸν κἀκείνους διορθούμενος, καὶ ἐκ τῆς αὐτῶν διαλήψεως δεχόμενος τὴν ἀρχὴν τῆς παραινέ σεως. Εἰ γὰρ πᾶς ὁ ἁμαρτάνων σκυθρωποῖς περι πίπτει, καὶ ὁ περιπεσὼν ἐξ ἁμαρτιῶν τοῦτ' ἔπαθεν, οὐδεὶς δὲ καθαρὸς ἀπὸ ῥύπου, καὶ ὑμεῖς φοβήθητε, ἐκ τοῦ ἡμετέρου τραύματος [γρ. πράγματος] τὸν φό βον δεχόμενοι. Στ. κδʹ. ∆ιδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πε πλάνημαι, φράσατέ μοι. ∆ιδύμου. Καὶ τοῦτο δὲ μετὰ πλείστης ὅσης πραό τητος ὁ ἅγιος παιδεύει αὐτοὺς, πῶς χρήσονται λό γοις πρὸς τοὺς ἐν περιστάσει· φησὶ γάρ· ∆ιδάξατέ με, τουτέστι, ∆ιδάσκειν ὀφείλετε, οὐκ ἐλέγχειν ἀκαί ρως· εἰ μὴ καὶ τοῦτο πρὸς παίδευσιν δεῖ ποιεῖν, καὶ τὸ [ἴσ. κατὰ] λεγόμενον ὑπὸ Παύλου· Ἔλεγξον, ἐπι τίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Στ. κεʹ. Οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι, οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει· οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. Πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. ∆ιδύμου. Ἀνδρείας δὲ καὶ τοῦτο. Πολλοὶ γὰρ πολ λάκις τῶν ἐν περιστάσεσι, φορτικῶν ἀκούοντες λό γων, ἀποκάμνουσιν· ἀλλ' ὁ ἅγιος, οὔτε ὅλως τὸν ἔλεγχον τὸν ὑπὸ φίλων, οὔτε τοὺς λόγους πρὸς ὀλι γωρίαν ἐδέξατο, μὴ καταδεχόμενος αὐτὰ τὴν ἀρχὴν, ὡς δυνάμενα αὐτὸν σεῖσαι ἀλλὰ τὸ ἄλογον τῆς καθ' ἑαυτοῦ ἐπιπλήξεως, καὶ τὸ μάταιον τοῦ ἐλέγχου δει κνὺς, φησὶν, ὅτι Οὐ παύσει με ὁ ἔλεγχος ὑμῶν. Λόγος γὰρ χωρὶς ἔργων προσφερόμενος [ἴσ. προφε ρόμενος] ἀβέβαιός ἐστι καὶ ἄπιστος· ἄλλως δὲ καὶ μὴ ἀληθῶς προϊὼν, ἔτι τὸ ἀσθενὲς ἔχει· ὥστε καὶ ὑμεῖς τοιούτῳ ἐλέγχῳ χρώμενοι, οὐ παύετε [ἴσ. παύσετε] τἀληθῆ λέγειν, οὐδὲ πρὸς τοὺς παρ' ὑμῶν λόγους εὑρήσετε ἡσυχάζοντα. Στ. κθʹ. Καθίσατε δὴ, καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον, ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ; ∆ιδύμου. Ἐπιτρεπτικὰ δὲ ταῦτα καὶ ἀνεξίκακα [ἴσ. ἀλεξίκακα], παιδεύοντα σχολῇ, καὶ προσοχῇ, καὶ ἐξετάσει φθέγγεσθαι· ὃ δηλοῦται διὰ τοῦ, Καθίσατε. 39.1140 Τοῦτο καὶ ἀλλαχοῦ εἴρηται, Πρὶν ἐξετάσῃς, μὴ μέμφου. Μέγα δὲ