1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

8

καὶ τὸ ἐπίταγμα τὸ, Μὴ εἴη ἄδι κον· οὐ γὰρ μικρὸν, ἐν λόγῳ μὴ πταίειν. Προτρεψά μενος δὲ αὐτοὺς σχολάσαι τῇ περὶ αὐτοῦ ἐξετάσει, ὅπερ διὰ τοῦ, Καθίσατε δὴ, καὶ μὴ εἴη ἄδικον, ἡρμήνευσεν· εἶτα εὐπαῤῥησίαστον προφέρει λόγον, φάσκων· Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἠρέμα παρακρινῶν [γρ. παρακινῶν] [ἴσ. κατακρίνων] αὐτοὺς, ἐξ ἧς εἶχον περὶ αὐτοῦ διαλήψεως, ὡς δι' ἁμαρτίας πεπονθότος· καὶ ἄλλως ὑποσημαίνων αὐτοῖς, ὡς οὐ πρὸς ἀσύνετον [ἴσ. suppl. πρᾶγμα] ἔχουσιν, ἵν' ἐκ τούτου εἰς τὴν περὶ αὐτοῦ σκέψιν αὐτοὺς διεγείρῃ, ὥστε φρονίμως καὶ συνετῶς ταύτῃ χρή σασθαι. ΚΕΦ. Ζʹ, στ. ιʹ. Ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ, οὐδ' οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδ' οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. ∆ιδύμου. Ἄλλοι [γρ. Τινὲς] δέ φασιν, ὅτι οὐ παρ αινούμενος [ἴσ. παραιρούμενος] τὴν ἀνάστασιν, τοῦτο λέγει· ἀλλὰ πρῶτον μὲν τὸ τῶν ἀνθρώπων ἐπίκηρον δεικνύς· ἔπειτα, ὅτι ὁ ἅπαξ ἀποθανὼν, εἰς τόνδε τὸν φθαρτὸν βίον οὐχ ὑποστρέψει, οὐδὲ τὰ συν ήθη πράττων ἐπιγνωσθήσεται· ὥστε τῷ, Οὐκέτι οὐ μὴ ἀναβῇ ἐξ ᾅδου, συναπτέον τὸ, Εἰς τὸν ἴδιον οἶκον οὐκ ἐπιστρέψῃ· ἵνα εἴπῃ, ὅτι Ἀναβιώσεται μὲν, οὐ μὴν εἰς τὸν ἑαυτοῦ οἶκον ἐπιστρέψει. Ἀλλ' αὕτη μὲν ἡ ἑρμηνεία πιθανὴ, ἀληθεστέρα δὲ ἡ προ τέρα, ὅτι ἠγνόει τὰ περὶ τῆς ἀναστάσεως ὁ δίκαιος· ὅθεν καὶ πλέον ἐστὶ θαυμαστὸς, ὅτι μηδὲν τοιοῦτον ἐλπίζων, οὕτω τὴν ἄκραν ἀρετὴν κατώρθωσεν. ΚΕΦ. Ηʹ, στ. ιαʹ. Μὴ θάλλει πάπυρος ἄνευ ὕδα τος; ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου; ἔτι ὂν, κ. τ. λ. ∆ιδύμου. Εἰ δὲ χρὴ καὶ κομψότερον περὶ τούτων διαλαβεῖν· Τῷ ὄντι ἡ τῶν ἀσεβῶν ἐλπὶς οὐ περὶ ὑφ εστηκότα γίνεται. Ἡ γὰρ ἐλπὶς οὐδὲν ἕτερόν ἐστι κα τὰ γένος, ἢ προσδοκία ἀγαθῶν· καὶ ὁ φοβούμενος δὲ προσδοκᾷ, ἀλλ' οὐκ ἀγαθά. Κακῶν γὰρ προσδοκία ἐστὶν ὁ φόβος, ἀγαθῶν δὲ ἡ ἐλπίς. Ἐπεὶ οὖν οὐχ ὑφεστηκότα πράγματα οἱ ἀσεβεῖς προσδοκῶσιν, ἀπόλ λυται αὐτῶν ἡ ἐλπίς. Ὡς γὰρ μένουσιν, τοῖς ἡδέσι χρῶνται, καὶ ἐν τούτοις ματαίαν ἔχουσιν ἐλπίδα. Καὶ ὁ μὲν δίκαιος ἐν τῇ αὑτοῦ ἀρετῇ, ὡς ἐν οἰκίᾳ, μένων, οὐδέποτε ἕξει τὴν τοιαύτην οἰκίαν ἀοίκητον· Ἡ δι καιοσύνη γὰρ αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὁ δὲ φαῦλος, ταύτης μὴ ἀντεχόμενος, οὐκ οἰκοδομεῖ αὐ τὴν, οὐδὲ μένει ἐν αὐτῇ. Πάλιν ἡ ἀράχνη ποικιλίαν ἐπιδείκνυται, ἐξ ὑφάσματος φυσικοῦ κατεσκευασμέ νη, ῥᾷστα δὲ διαλύεται, ἐπιψαύσαντός τινος. Τὰ τῶν φαύλων οὖν ἔργα, καὶ ἡ κατασκευὴ τῆς πολιτείας, ἀράχνῃ ἔοικεν οὐχ ὑφισταμένῃ. Ῥᾷστα γὰρ ἡ τῶν φαύλων ἐπίνοια, σκηνὴ ὀνομαζομένη, καταπίπτουσα, εὐάλωτός ἐστιν οὕτως, ὡς μηδὲ δοκεῖν γεγονέναι ποτέ. 39.1141 Ὥσπερ ἄνευ ὕδατος οὐ πληθυνθήσεται ἕλος· οὕτως ἀδύνατον μὴ δεχόμενον ἐν διανοίᾳ ὠφέλειαν τῶν κρειττόνων, καρπὸν προενεγκεῖν ὠφέλιμον. Ἁρμόσει δὲ τὸ ῥητὸν καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, ὅτι καθάπερ ἀπὸ ὕδατος ὑπὸ τῆς προνοίας ταῦτα ἀρδεύεται, ἧς μὴ ἐπιούσης, ῥᾳδίαν ταῦτα καὶ εὐμά ραντον ἕξει τὴν διάλυσιν. Πᾶν γὰρ, κἂν μικρὸν, κἂν μέγα ᾖ, τὸ ἐν τῷ βίῳ, ὑπὸ πρόνοιάν ἐστι· ξηραίνεται δὲ, εἰ μὴ αὕτη ἐποπτεύοι. Στ. ιζʹ. Ἐπὶ συναγωγὴν λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται· ἐὰν καταπίῃ, ὁ τόπος ψεύ σεται αὐτόν. ∆ιδύμου. Ὑψηλότερον δὲ εἰπεῖν· Οἶκός ἐστι λίθων σύνθεσις κατὰ τέχνην, πρὸς ἑτέρους ἕνωσιν ἔχων [ἴσ. ἐχόντων]· τοιοῦτον ἡ ἀρετὴ, καὶ ἡ ἁγιότης, καὶ αὐ τὴ ἡ μετουσία τοῦ Πνεύματος· ἐσκορπισμένον δέ τι, ἡ συναγωγὴ τῶν λίθων, καὶ μίξις τῶν χαλίκων, πα ραπλησίον τῇ κακίᾳ, τῇ μὴ ἐχούσῃ ἕνωσιν, ἀλλ' ἀταξίαν. Ὁ ἀσεβὴς οὖν ἅπασαν τὴν διαγωγὴν ἐν οἴκῳ κακίας ἔχει, διαλελυμένος, κατὰ τοὺς ἔξω τῆς οἰκο δομῆς λίθους, οἳ οὐχ ἁρμόζουσι τῇ οἰκοδομῇ τοῦ πύργου, κατὰ τὸν Ποιμένα· οὐδ' ἀκούουσιν· Ὑμεῖς δὲ ἐποικοδομεῖσθε ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Στ. ιθʹ. Ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. ∆ιδύμου. Ἐπιμείνας τῇ τροπῇ τῶν βοτανῶν, τὸ, ἀναβλαστήσειν, τέθεικεν. Ἄκακον δὲ ἐνταῦθα