1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

11

ἀνθρώπων ἐπιβολαῖς, νήχεσθαι αὐτοὺς ματαίως ἔφησε, μὴ δυναμένους πᾶσαν τὴν τοῦ Θεοῦ γνῶσιν λογισμῷ περιλαβεῖν. ∆ιὰ δὲ τοῦ ἐρημίτου ὄνου, παρίστησι τὸ σφόδρα νωθὲς αὐτῶν πρὸς τὴν κατάληψιν τῶν κριμάτων, ὑπερβολικῷ χρώμενος τῷ λόγῳ. ΚΕΦ. ΙΒʹ, στ. δʹ. ∆ίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμ πτος ἐγενήθη εἰς χλεύασμα. ∆ιδύμου. Ἐπισήμηναι δὲ, ὅτι ὅταν μὲν τὰ ἐλάτ τονα λέγῃ, ἑαυτῷ αὐτὰ προσάγει, οὐ γάρ ἐστιν ἐπι δεικτικὸς δι' ἀτυφίαν· ὅταν δὲ τὰ μείζονα καταλέγῃ, εἰς τὸ καθόλου ἀνάγει τὸν λόγον· ὥσπερ οὖν κἀν ταῦθα μονονουχί φησι, Μὴ γελάσθωσαν οἱ δίκαιοι, ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ' ὅσον ὁ Θεὸς βούλεται.

ΚΕΦ. ΙΓʹ, στ. γʹ. Οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς Κύριον λαλήσω. ∆ιδύμου.

Αἰτιασάμενος τοὺς φίλους ὡς σφαλλομέ νους, φησὶν, ὅτι Πρὸς Κύριον λαλήσω, τὸ εὐπαῤῥη σίαστον ἑαυτοῦ δεικνύς. Στ. δʹ. Ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι, καὶ ἰαταὶ κακῶν πάντες ∆ιδύμου. Ἄδικος δὲ ἰατρός ἐστι, κατὰ τὸ πρόχει ρον, ὁ ἄλλα βοηθήματα παρὰ τὰ συμφέροντα προσ άγων τοῖς κάμνουσι· διττῶς δὲ τοῦτο γίνεται, ἢ ἐξ ἀπειρίας τοῦ ἰατροῦ, ἢ ἐκ κακοηθείας. Οὗτοι δὲ οἱ ἐλεγχόμενοι, ἐξ ἀμαθίας μᾶλλον ἢ ἐκ κακουργίας, ἔλεγον τῷ Ἰὼβ, ὅτι ∆ι' ἁμαρτήματα πάσχεις, οἰό μενοι παρακλήσεως προσάγειν λόγους. Ἄδικοι οὖν κατὰ τὸ ἀγνοεῖν τὴν αἰτίαν. Τὸ δὲ, Ἰαταὶ κακῶν πάντες, εἴη ἂν λέγων, κατὰ τῶν οἰομένων μεγάλα περὶ ἑαυτῶν, ὡς δυναμένων ἰάσασθαι τὰ περιστατι κῶς ἑτέροις συμβαίνοντα. Στ. ςʹ. Ἀκούσατε δὲ ἔλεγχον τοῦ στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. ∆ιδύμου. Κατανοήσατε ἃ μέλλω λέγειν εἰς ἔλεγ χον ὑμῶν, καὶ ἐννοήσατε εἰ κεκριμένως φθέγγομαι. Στόμα δὲ καὶ χείλη ἀντὶ τοῦ λόγου φησίν. Ἐλέγ χει δὲ ὁ ἅγιος, ὡς ἅγιος, καὶ κρίνει ὡς πρέπει αὐτῷ. Οὐ γὰρ ἄκαιρον ἔλεγχον ἔχει ὁ δίκαιος, οὐδὲ ψευδῶς τοῦτο ποιεῖ, ἀλλὰ κεκριμένως καὶ νομίμως χρῆται τῷ ἐλέγχῳ καὶ τῇ κρίσει· Στόμα γὰρ δικαίου με 39.1149 λετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Στ. ιαʹ. Εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε, πότερον οὐχ ἡ δίνη αὐτοῦ στροβήσει ὑμᾶς; [Ὁ δὲ Σύμμαχος, Μὴ κρύφα πρόσωπον αὐτοῦ δυσ ωπηθήσεσθε; μὴ οὐχὶ ἡ κίνησις αὐτοῦ πτοήσει ὑμᾶς;] Ὁ φόβος, κ. τ. λ. ∆ιδύμου. Ὁ ἄριστος κριτὴς πραγμάτων ἐστὶν ἐξεταστὴς, οὐκ εἰς πρόσωπον βλέπει τῶν κρινομέ νων. Ἐὰν γὰρ ὦσιν οἱ κρινόμενοι πλούσιοι, ἢ ἄρ χοντες, ἢ κατ' ἄλλην ἀξίαν [γρ. ἐξουσίαν] ὑπερ έχοντες, οὐκ εἰς τὸ πρόσωπον αὐτῶν σκοπεῖ, ἀλλ' εἰς τὰς πράξεις ἃς κρίνει. Οὔτε γὰρ πλουσίῳ προστίθε σθαι δεῖ, οὔτε πένητος τὴν ἔνδειαν ἐλεοῦντας, παρ ορᾷν τὸ δίκαιον· διὸ εἴρηται, Οὐκ ἐλεήσεις πτω χὸν ἐν κρίσει. Στ. ιγʹ. Κωφεύσατε ἵνα λαλήσω, καὶ ἀναπαύ σωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. ∆ιδύμου. Τάχα γε τρόπον τινὰ ὑπαναπαύει [ἴσ. ἐπαναπαύει] τοὺς φίλους. Ἐπεὶ γὰρ αὐτοὺς ᾐτιάσατο πρότερον, ὡς παρακλήτορας κακῶν ὄντας (οὐ γὰρ παρεκάλουν ὡς ἔδει, ἀλλὰ μᾶλλον τὴν λύπην ἤγειρον καὶ τὴν ὀδύνην τοῦ δῆθεν παρακαλουμένου), νῦν λέ γει, ὅτι Λήξω τοῦ πρὸς ὑμᾶς θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσι· τουτέστιν, Οὐκέτι καθ' ὑμῶν ὀργίσομαι, ἀλλὰ κατ' ἐμαυτοῦ. Στ. ιςʹ. Καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτη ρίαν· οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. ∆ιδύμου. ∆ι' ὅλων δὲ σπουδὴ τῷ δικαίῳ ἐστὶ, παιδεῦσαι τοὺς φίλους τὴν αἰτίαν τῶν ἐπιπόνων, ἵνα κερδήσῃ αὐτοὺς μὴ ἐναντία δοξάζειν. Σωτηρίαν γὰρ ταύτην [ἴσ. τοῦτο] ἐλογίζετο, τὸ τούτους γνῶναι τὸν περὶ τούτου τῆς προνοίας λόγον, ὃν φανερῶσαι βουλό μενος, ἔλεγε τὸ, Ἐλέγξω· πολλάκις γὰρ ὁ ἔλεγχος τὴν ἀπόδειξιν σημαίνει. Τὸ οὖν ἀψευδὲς αὑτοῦ παρα στῆσαι θέλων καὶ τὸ εὐλαβὲς, λέγει, ὅτι Ἃ λέγω, Θεοῦ ὁρῶντος φθέγγομαι. Οὐ γὰρ οἷόν τε ἀπάτην τινὰ γενέσθαι Θεῷ, ὡς [ἴσ. ἢ] δόλον εἰσελθεῖν ἐν ώπιον αὐτοῦ. Στ. κζʹ. Ἐφύλαξας δέ μου πάντα τὰ ἔργα. ∆ιδύμου. Οἶδεν ὁ μακάριος τὸ ὑπὸ τοῦ ∆αβὶδ εἰ ρημένον, ἅγιος ὢν,