1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

ὅτι ὁ Θεὸς οὐ παρατηρεῖται πάσας τὰς ἀνομίας τῶν πταιόντων· ἀλλὰ παιδεύων τοὺς φίλους πάλιν, δι' ἣν αἰτίαν πάσχει (ὅτι δι' ἀγῶνα), τὸ προκείμενον εἴρηκεν, ὡς τοῦ Θεοῦ πάντα αὐτοῦ τὰ ἔργα φυλάξαντος, καὶ ἀκριβώσαντος, καὶ οὕτως ἐπαγαγόντος αὐτῷ τὰ ἀνιαρά· ἵνα ἐκ τούτου ἐν νοήσωσιν, ὅτι τὸ μέγεθος τῶν τοσούτων ἐπαγαγὼν, οὐ δι' ἁμαρτίας ἐστὶν, ἀλλὰ δι' ἀγῶνα, καὶ σκοπὸν ἀνδρείας.

ΚΕΦ. Ι∆ʹ, στ. γʹ. Οὐχὶ καὶ τούτου λόγον ἐποιήσω, καὶ τοῦτον ἐποίησας

εἰσελθεῖν ἐν κρί ματι ἐνώπιόν σου; ∆ιδύμου. Τάχα δὲ καὶ τὴν περὶ τὸν ἄνθρωπον πρόνοιαν ἐνταῦθα σαφηνίζει, οὐχ ὡς εἰκαίως καὶ ὡς ἔτυχεν ἐν τῷ βίῳ αὐτοῦ παραμένοντος, ἀλλ' ἐκ κρίσεως 39.1152 Θεοῦ [ἴσ. add. μὴ] ὑπερβαίνοντος τὸν παρ' αὐτοῦ τεταγμένον χρόνον. Ταῦτα δὲ οὐχ ὡς εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ' ὡς τοῦ θελήματος τοῦ Θεοῦ ὅροις καὶ μέτροις ἕκαστα διαταξαμένου.

ΚΕΦ. ΙΕʹ, στ. ζʹ. Τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; κ. τ. λ. ∆ιδύμου.

Προβαλλόμενος τοίνυν ὁ Ἐλιφὰζ τὸ τῶν κριμάτων ἀνεξερεύνητον, ἐκ τούτου οἴεται περιτρέ πειν τὸν δίκαιον εἰς τὸ οἴεσθαι, ὅτι μὴ δι' ἕτερον ἢ δι' ἁμαρτίας πάσχει, τούτῳ [ἴσ. ταύταις] αὐτὸς ἐνεχόμενος. Οὐδὲ γὰρ αὐτὸς συνταγὴν Κυρίου ἦν ἀκηκοὼς, ἢ ἀφικομένην εἶχε πρὸς αὐτὸν τὴν σοφίαν, ἵνα διάληψιν ἔχῃ περὶ τοῦ ἁγίου, ὡς δι' ἁμαρτία πάσχοντος. Κοινοποιεῖ δὲ αὐτὸν τοῖς πᾶσιν ἀνθρώ ποις εἰκότως, ἅτε ἀγνοῶν αὐτοῦ τὸ μέγεθος τῆς ἀρετῆς, ἐκ τούτου ἀνατρέπων δῆθεν τὸ οἴεσθαι αὐ τὸν δίκαιον.

ΚΕΦ. ΙΕʹ, στ. ιγʹ. Τί ἐτόλμησεν ἡ καρδία σου, ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου;

ὅτι θυμὸν ἔῤ ῥηξας ἔναντι Κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα ∆ιδύμου. Θυμὸν γὰρ ἡγοῦντο τὴν ἐκ καθαρότητος ὑπερβαλλούσης παῤῥησίαν· ὅπερ αὐτοῖς συνέβαινεν ἐκ τῆς σαθρᾶς αὐτῶν ἀρχῆς, ἧς αὐτοὶ ἑαυτοῖς ὑπ έθεντο, βλασφημίαν ἡγούμενοι τὴν εὔλογον τῶν λό γων ἐλευθερίαν. ∆ιό φησι, Τί τοσοῦτον ἐθρασύνω, ὅτι καὶ ἀντέβλεψας Θεῷ, καὶ ὡς ἀγανακτῶν κατ' αὐτοῦ τοιαῦτα ἐφθέγξω ῥήματα; Στ. ιδʹ. Τίς γὰρ ὢν βροτὸς, ὅτι ἔσται ἄμεμ πτος; ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναι κός; ∆ιδύμου. Ἴδιον δὲ τῶν μὴ ἐχόντων ἀρετὴν, τὸ δυσχερῆ λογίζεσθαι τὴν ταύτης ἀνάληψιν, καὶ δια κεῖσθαι, ὡς μηδενὸς αὐτὴν ἔχοντος· καθὰ καὶ ὁ προκείμενος λέγει, σφαλλόμενος διὰ τὴν τοῦ σώμα τος, ὡς εἰκὸς, ἀσθένειαν. Τίς γὰρ, φησὶν, ἄνθρωπος ὢν, δύναται ἄμεμπτος εἶναι, ἢ ἐπαγγέλλεσθαι, ὅτι ∆ίκαιος ἔσομαι, ὡς σὺ σαυτὸν νομίζεις; Στ. ιζʹ. Ἀναγγελῶ δέ σοι, ἄκουέ μου· ἃ δὴ ἑώρακα ἀναγγελῶ σοι, ἃ σοφοὶ, κ. τ. λ. ∆ιδύμου. Ἢ τάχα οὐ προθέσει ἀλαζονικῇ, ἀλλὰ τῷ νομίζειν αὐτὸν ἐν ἁμαρτίαις εἶναι, καὶ διὰ τοῦτο δεῖσθαι τῆς παρ' αὐτοῦ παραινέσεως. Καὶ ἔοικέ γε οὗτος, εἰ καὶ μὴ κατ' ἐπίγνωσιν θείαν, ἀλλὰ τῷ θαυμάζειν τοὺς συνέσει ὑπερβάλλοντας, ὅμοιον λέγειν τῷ φάσκοντι ῥητῷ· Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδ' ὀβολός. Κἂν γὰρ πολυκτήμων ὑπάρχῃ ὁ ἄπιστος, οὐ δεσπότης, ἀλλὰ δοῦλός ἐστι τῶν χρημάτων· τῷ γὰρ Μαμμωνᾷ δουλεύει. Τίς δὲ ὁ παλαιὸς λόγος, ὃν παρὰ τῶν ἀρχαίων φησὶ μεμαθηκέναι, ἐπάγει. Στ. κηʹ. Αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους· ἃ δὲ ἐκεῖνοι ἡτοίμασαν. ἄλλοι ἀποίσονται. ∆ιδύμου. Τὴν παντελῆ ἐρημίαν τῶν ἀσεβῶν λέ 39.1153 γει, ὡς ἀντὶ πόλεων εὐθυνουμένων [γρ. εὐθυνομένων] καὶ οἴκων, ἐρημίαν αὐτοὺς οἰκεῖν ὑπὸ πενίας. Ὁ τοιοῦτος γὰρ, φησὶ, τῶν οἰκείων ἐκπεσὼν, καὶ πάσης τῆς προσούσης δυναστείας, τὰς ἐρήμους καταδιώξει· ἔθος δὲ τοῖς φεύγουσι, τοὺς τυχόντας τῶν τόπων πρὸς σωτηρίαν καταλαμβάνειν, ἐν οἷς γινόμενοι τὸν ἐν ποσὶ