1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

13

διαφεύγοιεν κίνδυνον. Οὐκοῦν ὁ ἀσεβὴς ἔσται ἐν τούτοις, τῆς ἐκ τοῦ πλούτου ἀλαζονείας ἀξίαν τὴν δίκην διδοὺς τῆς προσούσης εὐεξίας τὴν μεταβολὴν, καὶ τὰ σὺν πολλῷ δὲ τῷ πόνῳ συλλεγέντα, εἰς ἀλλοτρίους μεταστήσεται. Εἶτα αὔξει τὴν κατὰ τοῦ ἀσεβοῦς τιμωρίαν, οὐ μόνον μὴ πλουτεῖν αὐτὸν ἀποφαινόμενος, ἀλλὰ καὶ τῶν ὑπαρχόντων ἐκπίπτειν διαβεβαιούμενος· ἐπάγει γάρ·

ΚΕΦ. Ιςʹ, στ. ζʹ. Ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα, Ἐὰν δὲ καὶ

σιωπήσω, τί ἔλαττον τρωθήσομαι; ∆ιδύμου. Τάχα καὶ τὴν γνησίαν αὑτοῦ περὶ τοὺς φίλους διάθεσιν ἐπιδείξασθαι θέλει· ὅτι Ἐμοὶ μέλει τῆς ὑμετέρας σωτηρίας· διὸ εἰ καὶ ἀλγῶ, χρῶμαι τῇ παραινέσει. Εἰ γὰρ καὶ ἄλλοι ἀλγοῦντες ἀρκοῦνται ταῖς καθ' ἑαυτοὺς ἀνίαις, ἀλλ' ἐμοὶ, φησὶν, ἡ σωτηρία τῶν φίλων προκριτέα. Στ. ιηʹ. Ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά. ∆ιδύμου. Χείρονά μοι, φησὶ, τὴν ἀθυμίαν ἐμποιεῖ, καὶ μᾶλλόν με ἀνιᾷ, τὸ μηδὲν ἑαυτῷ συνειδέναι φαῦλον. Οὐ γὰρ γινώσκω τι, εἰ μὴ ὅτι ὀρθῷ λογισμῷ τὰς πρὸς Θεὸν ἐποιούμην ἱκεσίας· διὸ καὶ ξενίζομαι ἐφ' οἷς ταῦτα ὑπομένω. Ἐπισήμηναι δὲ, ὅτι καθαρὰ ἦν ἡ τοῦ δικαίου εὐχὴ, καὶ παντὸς πάθους ἀμιγὴς, μὴ ῥεμβασμοὺς ὑπομένουσα, μηδὲ ὑπὸ φροντίδων κατασπωμένη.

ΚΕΦ. ΚΑʹ, στ. γʹ. Ἄρατέ με, ἐγὼ δὲ λαλήσω· εἶτ' οὐ καταγελάσετέ μου.

∆ιδύμου. Ἀντὶ τοῦ, Ἐνέγκατέ μου τοὺς λόγους, βαστάσατέ με λέγοντα, λογιζόμενοι, ὅτι οὐχ ὑβριστικῶς χρῶμαι τῷ ἐλέγχῳ, ἀλλὰ πρὸς ἐπιστασίαν.