1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

12

ἁμαρτίαν εἰδὼς ὅτι καλόν ἐσ̣τιν τὸ ἀπέχεσθαι ἁμαρτίας, τὸ δικαιοσύνην ἔχειν, καλόν ἐστιν τὸ λοιδορούμενον μ̣ὴ ἀντιλοιδορεῖν, τὸ μὴ ἀμύνεσθαι τοὺς κακωτικῶς διατιθέντας. "πάσχων", φησίν, "οὐκ ἠπείλει". οὐ μόνον οὐκ ἐποίει τὰ ἀντάξια, ἀλλὰ οὐδὲ ἠπείλει. ἀπειλὴ δέ ἐστιν προαναφώνησις φοβερῶν. ὅταν μέντοι μηκέτι προαναφώνησις ᾖν, ἀλλ' ἐκβάσεως τύχῃ, οὐκέτι ἀπειλή ἐστιν. "δόξαν" οὖν "καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν". εὖ δὲ καὶ τὸ φάναι "ἐπιθήσεις". πρὸς ἑτέρῳ κειμένῳ καὶ τοῦτο ἐπιτίθεται· οὐ γὰρ νῦν μόνον ὅτε ἐπεδήμησεν, ἤρξατο τὴν δόξαν ταύτην καὶ τὴν μεγαλοπρέπειαν ἐν τοῖς λογικοῖς θεῖναι, ἀλλ' ἑκάστοτε καὶ πανταχοῦ ὡς ἐνεδέχετο ἐποίει τοῦτο. προσθήκη δὲ γέγονεν ἡ διὰ τῆς ἐπιδημίας δόξα καὶ μεγαλοπρέπεια οἷον διὰ τοῦ σταυροῦ. 7 ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα τοῦ αἰῶνος. οὕτως ὡς εἰρήκαμεν περὶ τῆς ζωῆς· οὐχ ἵνα αὐτὸς αὐτὴν ἔχῃ -ἔχει γὰρ αὐτήν-, ἀλλ' ἵνα οἱ πλησιάζοντες αὐτῷ, οἱ περὶ τὰ μαθήματα αὐτοῦ γινόμενοι ἔχωσιν ταύτην. διαστέλλεται δὲ αὕτη ἡ "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος" εὐ λογία πρὸς τὴν δοκοῦσαν ἐν θνητοῖς εὐλογίαν εἶναι· λέγεται γάρ ποτε καὶ αὕτη εὐλογία· "ὅτι ἐν τῇ ζωῇ αὐτοῦ ἡ ψυχὴ αὐτοῦ εὐλογισθήσεται, ἕως αἰῶνος οὐκ ὄψεται φῶς". οὐκ ὄψεται τὸ φῶς, κἂν λαμπρὰ δοκῇ νῦν ὁρᾶν. οὐκ ἔχει παράμονον ταύτην τὴν εὔκλειαν. 18 αἱ εὐλογίαι οὖν αἱ πνευματικαὶ αἱ διδόμεναι ἐν τοῖς ἐπουρανίοις αἱ αὐταί εἰσιν ταύτῃ τῇ "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος" μενούσῃ· εἰ γάρ τις εὐλογίαν νομίζοι τὸ πλοῦτον εἰληφέναι, οὐκ ἔχει αὐτὴν "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος"· σ̣υ̣ν̣απέρχεται γὰρ τῇ ζωῇ τῇ ὑλικῇ. δυνατὸν δὲ χαριέντως καὶ ἠθικῶς εἰπεῖν ὅτι· ὁ ἔχων πλοῦτον ἐὰν οὕτως αὐτὸν ἀναλίσκῃ ὥστε εὑρεῖν καὶ μετὰ ταῦτα δόξαν, περὶ ἧς λέγει· "τοῖς πλουσίοις τοῦ αἰῶνος τούτου παράγγελλε μὴ ὑψηλὰ φρονεῖν". εἶτα λέγει· "ἀποθησαυρίζοντες ἑαυτοῖς θεμέλιον καλῶν ἔργων", ἡ τούτου εὐλογία μένει "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". τὰ δὲ πραχθέντα ἐκ τοῦ πλούτου ἀκαθαίρετα μένει. ὡσαύτως καὶ ἐπὶ τῶν ἀ´̣λ̣λων· ἐὰν ἐπὶ σωφροσύνῃ-τῇ ἀληθῶς σωφροσύνῃ- δοξάζηται καὶ εὐλογῆται, παραμένουσαν αὐτὴν ἔχει "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". εἰ δέ τις ἐπὶ ὑποκρίσει ἀρετῇ νομίζει εὐλογεῖσθαι, καταλυομένην αὐτὴν ἔχει· ἐκλαμψάσης γὰρ τῆς ἀληθείας καὶ τῶν πραγμάτων οὕτω φανέντων ὡς ἔχουσιν φύσεως λύεται ἡ κατ' ὑπόλημψιν εὐλογία. ἐνίοτε καὶ κίνδυνον προξενεῖ. 7 εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. δοκεῖ ἀμφίβολος εἶναι ἡ λέξις· τὸ μὲν γὰρ ὑπ' αὐτῆς σημαίνεται· "εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου"· εὐφραίνων τὸ πρόσωπόν σου εὐφρανεῖς κἀκεῖνον. ἢ ἀμφότερα εὐφραίνει ἐκεῖνον· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ καὶ τὸ πρόσωπόν σου σύν σοι εὐφρανεῖ αὐτόν. τοιαύτη τις καὶ ἐν τῷ Ἰσαίᾳ φέρεται λέξις· "καὶ κύριος κύριος ἀπέστειλέν με καὶ τὸ πνεῦμα αὐτοῦ". οἱ μὲν οὕτω λαμβάνουσιν· "ἀπέστειλέν με κύριος, ἀπέστειλέν με δὲ καὶ τὸ πνεῦμα αὐτοῦ". καὶ λέγουσιν τὴν ἀποστολὴν τοῦ σωτῆρος τὴν κατὰ τὴν ἐπιδημίαν καὶ ἀπὸ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος γεγονέναι· εἴρηται γάρ· "πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σέ", πρὸς τὴν κυοῦσαν αὐτὸν ἢ κυοφορήσουσαν, "καὶ δύναμις ὑψίστου". ἴδε· δοκεῖ ὧδε ἀπεστάλθαι ἀπὸ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. ἄλλοι δὲ οὕτως ἀναγιγνώσκουσιν, καὶ κρείττω ἐστὶν αὕτη ἡ ἀνάγνωσις· "καὶ κύριος κύριος ἀπέστειλέν με· ἀπέστειλεν δὲ καὶ τὸ πνεῦμα αὐτοῦ"· ὁ πατὴρ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα. ἡ δὲ πρότερον ἐκδοχὴ τοῦτο λέγει, ὅτι ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἀπέστειλαν τὸν υἱόν. ἕκαστος δὲ κατάλληλον ἑαυτῷ νόησιν πρὸς τὴν ἀνάγνωσιν δέχεται, ὡς ἤδη ἐλέχθη. καὶ ἐνταῦθα οὖν πρόσωπόν ἐστιν τοῦ κυρίου τοῦ ἐνταῦθα λεγομένου. ἐστὶν δὲ ὁ υἱὸς ἡ εἰκὼν αὐτοῦ, "ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ". περὶ τοῦ οὖν ἀναλημφθέντος προσ ώπου ὑπὸ τοῦ σωτῆρος καὶ παντὸς δικαίου λέγεται ὅτι· "εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου", ὅταν γὰρ ἔλθῃ ὁ υἱός καὶ ὁ