1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

38

λέγεται· "ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ". εἰ ἦσαν ἐκ κατασκευῆς φαῦλοι, ἄλλου ἦσαν. 29 καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. ἐπεὶ αὐτοῦς ἐστιν ἡ βασιλεία καὶ αὐτὸς τὰ ἔθνη πεποίηκεν, καὶ δεσπότης αὐτῶν ἐστιν. πρὸς τὸν δεσπότην οὖν ἑαυτῶν ὑποστρέφουσιν. οὐ πλουτίζουσιν τὸν θεὸν ἐπιστρέψαντες· αὐτοῦ γάρ εἰσιν.

57 1-2 Κύριος ποιμανεῖ με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν. ἡ τοῦ ἀνθρώπου ψυχὴ διὰ πολλῶν ὀνομάτων σημαίνεται· λέγεται γὰρ εἶναι καὶ πρόβατον καὶ ἄνθρωπος καὶ φυτὸν καὶ ἄλλα πολλά, ὡς καὶ λίθος· ἐὰν γὰρ γράφῃ ὁ Πέτρος· "καὶ αὐτοὶ ὡς λίθοι ζῶντες ἀνοικοδομεῖσθε", λίθους λέγει τοὺς ἀνθρώπους. οὐδὲν δὲ τούτων κατ' οὐσίαν ὑπάρχει ὁ ἄνθρωπος, ὥστε ἀλληγορικῷ τρόπῳ πάντα περὶ αὐτοῦ ἐκλαβεῖν προσήκει. αὐτὴ ἡ ψυχὴ αὐξάνει καὶ πληθύνεται οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ πρακτικὸν καὶ θεωρηματικὸν βίον. διανοητικὴν ἔχει ἀρετήν, πρακτικὴν δύναται κατορθῶσαι. λέγεται γοῦν προκοπὴ τῆς ψυχῆς ὡς ἀνθρώπου· ὁτὲ μὲν γὰρ ὀνομάζεται νήπιον, ὁτὲ παῖς, ὁτὲ νεανίσκος, ὁτὲ ἀνήρ. καὶ ταῦτα οὐκ ἐπὶ τῶν χαρακτήρων τοῦ σώματος ἢ τῶν ἡλικιῶν λαμβάνομεν· ψυχὴ γὰρ οὐ μεθηλικιοῦται εἰ μὴ κατὰ ἀρετήν, κατὰ προκοπήν, κατὰ βελτίωσιν. εἰσίν τινες οὖν νήπιοι οὐκ ἄλλῃ τροφῇ δυνάμενοι βελτιοῦσθαι ἢ γάλακτι. γράφει γοῦν ὁ ἀπόστολος· "γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα". καὶ Πέτρος· "ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε". λογικὸν δὲ γάλα οὐ τὸ αἰσθητόν ἐστιν, οὐ τὸ σωματικόν, ἀλλ' ἡ κατάλληλος τῇ λογικῇ οὐσίᾳ τροφή. καὶ Ἑβραίοις οὖν ἐπιστέλλει ὁ ἀ πόστολος λέγων· "καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον"-πολλῷ γὰρ χρόνῳ ἦσαν ἀνατραφέντες ἐν ταῖς γραφαῖς-"πάλιν χρείαν ἔχετε τοῦ διδάσκεσθαι ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ". ὀφείλοντες εἶναι διδάσκαλοι αὐτοὶ ἄλλοις προσάγειν τελείαν διδασκαλίαν εἰς τοσοῦτον ἐσμικρύνθητε κατὰ τὸν ἔσω ἄνθρωπον ὡς νήπιοι εἶναι γάλακτος. γάλα δὲ λέγει τὴν ἀρχὴν τῶν λογίων τοῦ θεοῦ, τοὺς εἰσαγωγικοὺς λόγους, τοὺς στοιχειώδεις. καὶ λέγει· "πᾶς ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν". οὐκ ἔχει τὸν λόγον τῆς δικαιοσύνης. "διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα". ἄφετε τὸν στοιχειώδη λόγον· ἀρχὴ γὰρ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐστίν. ἐνεχθῶμεν ἐπὶ τὴν τελειότητα, ἵν' οὕτω τέλειοι γεγενημένοι τέλειοι Χριστοῦ ἀκροαταὶ δυνώμεθα εἶναι· "σοφίαν" γὰρ "λαλοῦμεν ἐν τοῖς τελείοις". λέγεταί ποτε ἡ ψυχή, ὡς εἶπον ἤδη, καὶ πρόβατον. ὅταν πρόβατον ᾖ, χλοῆς χρῄζει, οὐ κρεῶν, οὐ τῶν σαρκῶν Ἰησοῦ, οὐκ ἄρτου. οὔπω δὲ δύναται τούτων τῶν τροφῶν ἢ ὄρεξιν ἔχειν ἢ διοικεῖν αὐτάς, κἂν προσαχθῶσιν αὐτῷ. χρῄζει βοτάνης· βοτάνης δὲ πνευματικῆς. ποτὲ καὶ φυτὸν λέγεται καὶ δεῖται ὑετοῦ, χρῄζει γεωργικῆς τέχνης, ἵνα αὐξήσασα τέλειον καρπὸν ἀγάγῃ καὶ εἴ58 πῃ· "ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ. καὶ ἐνταῦθα τοίνυν τὴν προβατώδη κατάστασιν τὴν ὡσανεὶ ἀλογωτέραν μετὰ πραότητός τε καὶ εὐσταθείας σημαίνει διὰ τοῦ φάναι· "κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει". ἀκαθυστέρητός εἰμι, ἀκαθυστέρητος δὲ ὡς πρόβατον. ὡς εἰ καὶ βρέφος λέγοι ὅτι· "τρέφει με ἡ τροφός, καὶ οὐδέν με ὑστερήσει", δηλονότι τῶν νηπιωδῶν τροφῶν. ἑρμηνεύων λέγει· "εἰς τόπον χλοῆς, ἐκεῖ με κατεσκήνωσεν". ἔστιν διδασκαλία χλοώδης προβάτοις ἁρμόζουσα. καὶ τάχα οὐκ ἄλλη ἐστὶν αὕτη τῆς τοῦ Χριστοῦ φωνῆς· λέγει γάρ· "τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούουσιν". οἱ Χριστοῦ μαθηταὶ οἱ τέλειοι κατὰ τὴν παίδευσιν αὐτοῦ