1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

48

Βυσόν; διὰ τί ἐρυθρὰ τὰ ἱμάτιά σου"; πάλιν δὲ πυνθάνονται. εἰ καὶ τὸ σῶμα τοῦτο ἐκ νεκρῶν ἐγειρόμενον καὶ μάλιστα πρότερον τὸ τοῦ σωτῆρος οὐκ ἔχει τὰ ἰδιώματα τῆς σαρκὸς εἰς πνευματικὸν μεταβεβληκός, ἀλλὰ χάριτι τοῦ ἀνιόντος ἐφυλάχθη ἴχνη πρὸς ἐπίγνωσιν τοῦ πόθεν ἐστὶν τὸ ἀναβαῖνον. καὶ διὰ τοῦτο· "ἐρύθρημα ἱματίων ἐκ Βυσόν". καὶ ὥσπερ ἀναστὰς ἐκ νεκρῶν ἐπιφανεὶς τοῖς μαθηταῖς θέλων βεβαιῶσαι αὐτοὺς ὅτι αὐτὸ ὃ εἶχεν σῶμα ἀνέστη, ἔδειξεν τοὺς τύπους τῶν ἥλων, ἔδειξεν τὰς οὐλάς, οὐχ ὅτι οὐλὰς ἐκεῖνο ἔχει τὸ σῶμα-σκληροῦ γὰρ καὶ ἀντιτύπου ἐστὶν τὸ οὐλὰς φέρειν-, ἀλλ' ἵνα πληροφορήσῃ ὅτι αὐτός ἐστιν ὁ ἀναστάς, εἶτα, ἵνα μὴ ἐκ τοῦ σημείου τοῦ περὶ πληρο φορίας τῆς ἀναστάσεως κακῶς φρονήσουσιν περὶ ἀναστάσεως, ὡς πάλιν μετὰ ἀνάστασιν τὰ ἰδιώματα τοῦ φθαρτοῦ φέρειν τὸ ἐγειρόμενον σῶμα, "θυρῶν κεκλεισμένων" εἰσῆλθεν, οὕτω καὶ ὧδε ἀναλαμβανόμενος παραυτὰ τῆς ἀναλήμψεως ἔδειξεν τὰ ἰδιώματα τῆς σαρκός, οὐχ ἵνα ἀπομείνωσιν· οὐδὲ ἐκεῖνα ἃ ἔδειξεν, οἷον βεβρωκὼς καὶ τύπους ἥλων καὶ τῶν 72 ἄλλων, ἔμεινεν αὐτὰ ἔχων. οὐχ ἵνα ἐσθίωμεν, ἔφαγεν μετὰ ἀνάστασιν, ἀλλ' ἵνα ἴδωσιν ὅτι αὐτὸς ὃν εἴρηκεν, αὐτὸς ἦν ὁ ἀναστάς. τοῦτο γοῦν ὁ Λουκᾶς λέγει· "οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν ἀντὶ πολλῶν τεκμηρίων ὀπτανόμενος καὶ συναλιζόμενος". θεώρει ὅτι καὶ διὰ τοῦ συναλίζεσθαι ζῶντα ἑαυτὸν μετὰ τὸ παθεῖν παρέστησεν. 7-8 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; πυνθάνονται· περὶ τίνος λέγεται τοῦτο ὅτι εἰσελεύσεται, ἵνα τὰς θύρας ἀνοίξωμεν αὐτῷ καὶ ἐπάρωμεν; λέγει· 8 κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ. ἐξ ἔργων τὴν ἀπόκρισιν ποιεῖται. ὡς ἐν τῇ ἀρχῇ τῆς ἀναβάσεως ἐπὶ τὸ ὄρος τοῦ κυρίου· "καὶ τίς στήσεται", καὶ οὐκ ἐπηνέχθη "ὅσδε", ὅτι ὁ Ἀβραάμ, ὁ Ἰωάννης, ἀλλ'· "εἴ τις ἀθῷός ἐστιν χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ", οὕτω καὶ ὧδε οὐκ εἶπεν ὅτι ὅσδε, ἀλλ' ἔργῳ ἔδειξεν τὸ πρᾶγμα· "κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ". ὡς κατήρχετο, ταῦτα προανεφωνεῖτο. ὅτε δὲ ἀνέστη καὶ ἀνελήμφθη, οὐκέτι λέγεται ὅτι "ἐξελεύσεται" ὁ τροπωσάμενος τὴν ἐπὶ γῆς βασιλείαν, ὁ καταλύσας τὸ κράτος τοῦ θανάτου, διάβολον, οὗτος δὲ καὶ "δυνατὸς καὶ ἰσχυρός, κύριος δυνατὸς ἐν πολέμῳ". παραβάλλων τὴν προφητείαν ἐκείνην τὴν οὕτως ἔχουσαν· "κύριος τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον". ὡς κατήρχετο, ταῦτα προανεφωνεῖτο. ὅτε δὲ ἀνέστη καὶ ἀνελήμφθη, οὐκέτι λέγεται ὅτι "ἐξελεύσεται" αλλον "κύριος δυνατὸς ἐν πολέμῳ" γενόμενος καθεῖλεν τοὺς τυράννοις. κύριος δυνατὸς ἐν πολέμῳ 9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. ἐπεὶ εἴρηκαν τίς ἐστιν ᾧ εἴρηκαν ἆραι τὰς πύλας καὶ ἀνοῖξαι, λέγουσιν· ἐπεὶ κύριος κραταιὸς καὶ δυνατός ἐστιν καὶ δυνατὸς καὶ ἐν πολέμῳ, μὴ μέλλετε, μὴ βραδύνετε. καὶ ὅρα· τοῖς μὲν ἐπιστατουμένοις λέγει ὅτι· "ἄρατε πύλας". ἐπειδὴ δὲ καὶ αἱ πύλαι λογικαί εἰσιν, καὶ πρὸς αὐτὰς ἀποτείνεται φάσκων· "καὶ ἐπάρθητε, πύλαι αἰώνιοι". 9 καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. λοιπὸν λέγει· "ὁ τῶν δυνάμεων κύριος, οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης". πολλάκις τὰ στρατεύματα τῷ τῆς δυνάμεως ὀνόματι σημαίνεται. τῶν δυνάμεων τούτων κύριός ἐστιν, τῶν στρατευμάτων τῶν οὐρανίων· καὶ γὰρ δυνάμεις τοιαῦται ἐπεφάνησαν τοῖς ποιμέσιν ὑμνοῦσαι τὸν θεὸν ὅτε ἐτέχθη ὁ Χριστός. καὶ ὅλως πάντων τούτων τῶν δυνάμεων κύριός ἐστιν, τῶν χιλιάδων καὶ μυριάδων τῶν ὑμνούντων καὶ λειτουργούντων. δυνατὸν δὲ οὕτω λαβεῖν τὰς δυνάμεις· ἑκάστη λογικὴ οὐσία ἁγιότητος ἀντιποιουμένη δύναμίς ἐστιν. ὥσπερ λέγομεν γυναῖκα μουσικὴν καὶ γυναῖκα γραμματικήν, ὅταν ἔχῃ ταῦτα, ὣς ἡ μετέχουσα τοῦ "Χριστοῦ, τῆς δυνάμεως τοῦ θεοῦ", ἑκάστη δύναμίς ἐστιν. τούτων οὖν τῶν δυνάμεων κύριός ἐστιν. διττῶς δὲ