1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

53

"παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἁμαρτιῶν ἑαυτοῦ ἕκαστος σφίνγεται". "οὐδὲ διαμενοῦσιν παράνομοι ἀπέναντι τῶν ὀφθαλμῶν σου". ὁ ἄνομος ὅλως οὐδέποτε γίνεται ἐπίπροσθεν θεοῦ. ὑπὸ τοὺς ὀφθαλμοὺς τοῦ θεοῦ οὐ γίνεται εἰ μὴ ἑτέρως κατὰ τὸν τῆς προνοίας λόγον. κατὰ δὲ τὸ τάγμα τῶν σπουδαίων οὐ διαμενοῦσιν. οὐχ οὕτω διαμενοῦσιν ὡς οἱ δίκαιοι, περὶ ὧν λέγεται· "ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους". διὰ τοῦ οὖν εἰπεῖν "οὐ διαμενοῦσιν" δείκνυσιν ὅτι γέγονάν ποτε, ὅτε ἐφύλαττον τὸν νόμον, ὅτε δὲ παραβάται αὐτοῦ γεγόνασιν, τότε ἐκβέβληνται τῶν ὀφθαλμῶν τοῦ θεοῦ. 79 4-5 τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου. διττῶς αἱ τοῦ θεοῦ ὁδοὶ λέγονται· ἤτοι αἱ φέρουσαι πρὸς αὐτὸν ἢ ἃς αὐτὸς ὁδεύει ἐπιπορευόμενος τοῖς ὅλοις, δέον κατὰ τὸν τῆς προνοίας λόγον ἢ κατὰ τὸ ὠφελεῖν καὶ εἶναι ἐν τοῖς δεκτικοῖς ἑαυτοῦ. λέγει γοῦν· "ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐνπεριπατήσω". ὁ δὲ ἐνπεριπατῶν ἔχει ὁδούς, ἃς αὐτὸς ὁδεύει. διττῶς οὖν ὁδοὺς θεοῦ λέγομεν ἢ τὰς πρὸς αὐτὸν ἀγούσας -αὗται δέ εἰσιν αἱ ἀρεταί-ἢ ἃς αὐτὸς ἐπιβαδίζει κατὰ τὴν πρόνοιαν ἑαυτοῦ καὶ κρίσιν καὶ διοίκησιν καὶ δωρεάς. δεῖ οὖν γνῶναι τὰς ὁδοὺς τοῦ θεοῦ αὐτοῦ γνωρίζοντος. "καὶ τὰς τρίβους σου δίδαξόν με". ἤτοι ἃς τρίβουσιν οἱ πρὸς σὲ σπεύδοντες ἢ ἃς σὺ τρίβεις ἐπιπορευόμενος τοῖς ἔργοις τῆς χάριτός σου. εἰ δὲ ἔστιν καὶ πλείους εἰπεῖν· οἶδας ὅτι πρὸ διδασκαλίας δεῖ εἶναι γνώριμά τινα· ἐκ προγιγνωσκομένων γὰρ αἱ ἐπιστῆμαι καὶ αἱ ἀποδείξεις αἱ ἐπιστημονικαί. ἀμφοτέρας οὖν γνώρισόν μοι τὰς ὁδούς σου· οὕτω γὰρ μαθήσομαι τὰς τρίβους σου ἐπεπόμενος τοῖς τρίψασιν αὐτάς, τοῖς προοδεύσασιν ἐν τοῖς καλοῖς ἢ σοῦ προοδεύσαντος, "ἵνα τοῖς ἴχνεσίν σου ἐπακολουθῶμεν" ὑπογραμμόν σε ἔχοντες καὶ τύπον. πρὸ τοῦ διδάξαι οὖν τὸ γνωρίσαι. οὕτω δὲ λέγουσιν ὅτι ἐκ γνωρίμων αἱ ἀποδείξεις καὶ αἱ διδασκαλίαι γίνονται. δυνατὸν λαβεῖν οὕτως ὅτι αἱ κοιναὶ ἔννοιαι προγιγνωσκόμεναί εἰσιν. καὶ τὴν διδασκαλίαν γοῦν ὅτε δοκιμάζομεν, πρὸς τὰς κοινὰς ἐννοίας λέγοντες δοκιμάζομεν αὐτήν. ἀμέλει γοῦν ἐνίοτε διδάςκαλος λέγει τι· καὶ προλαμβάνει ἡ ἔννοια ἡ κοινὴ τοῦ μανθάνοντος καὶ γιγνώσκει, εἰ καλῶς λέ γει ἢ οὐ καλῶς. εὑρήσεις οὖν καὶ ἐπὶ ταῖς ἀποδείξεσιν ταύταις ταῖς ἀνθρωπίναις, ταῖς ἐπιστημονικαῖς, μὴ καλῶς ἀγομένας τὰς ἐπιστήμας, ἐὰν ἃ δέον ἐστὶν προγιγνώσκειν μὴ προγιγνώςκουσιν οἱ ἀκούοντες. ἀμέλει γοῦν πολλάκις καὶ τοῦτο ἡμῖν ἐλέχθη ὅτι, ὅτε τις μανθάνει τινὰ ἃ δεῖ προειδέναι τῆς μαθήσεως, οὐ δεῖ διὰ ἀσαφῶν λέξεων λέγειν ἐκείνῳ, ἐπεὶ οὔκ ἐστιν γνώριμα αὐτῷ. "ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειαν". μετὰ τὰς πρακτικὰς ἀρετὰς καὶ τὰς κατὰ διάθεσιν ἡ ὁδήγησις ἐπὶ τὴν ἀλήθειαν γίνεται· "ἐπιθυμήσας" γάρ, φησίν, "σοφίας διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν". σοφία δὲ καὶ ἀλήθεια ταὐτόν ἐστιν. ὁ σωτὴρ γοῦν ἀμφότερα εἶναι λέγεται· "Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία". καὶ αὐτὸς εἶπεν· "ἐγώ εἰμι ἡ ἀλήθεια". 5 καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου. θεός μου εἶ δημιουργήσας με, σωτήρ μου εἶ θέλων με βελτιοῦσθαι. σύ μου οὖν διδάσκαλος γενοῦ. ὡς δημιουργός, οὕτω καὶ διδάσκαλος. 5 καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. σὲ ὑπέμεινα πάντα τὸν χρόνον τῆς ζωῆς μου, ἵνα διδάσκαλόν σε σχῶ καὶ σωτῆρα· "πρὸς σὲ" γὰρ "ἦρα τὴν ψυχήν μου", οὐ πρὸς ἄλλον. οὐχ ἕτερον παρεκάλεσα, ἵνα γνωρίσῃ 80 μοι τὰς ὁδούς σου καὶ τὰς τρίβους σου διδάξῃ με, ἀλλὰ σὲ ἠξίωσα καὶ τούτων μοι διδάσκαλον γενέσθαι. πολλαχοῦ ὁ πᾶς τῆς ζωῆς ἡμῶν χρόνος ἡμέρα καλεῖται κατὰ τὸ λεχθέν· "ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν", ἀνθ' οὗ πεποίηκεν ὁ ἀπόστολος "πᾶσαν ἡμέραν". δύναται δὲ ἡμέρα λέγεσθαι ὅλος ὁ χρόνος τῆς ζωῆς τῶν ἁγίων, ὅτι ἐν φωτισμῷ εἰσιν ἀεί, καταλαμπόμενοί εἰσιν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς "τοῦ ἡλίου τῆς δικαιοσύνης". αὕτη ἡ ἡμέρα οὐ μεσολαβεῖται ὑπὸ νυκτῶν, ἀδιάκοπός