1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

79

αὐτὸς ὁ ὑμνῳδός. κἂν ὁ ὑμνῳδὸς δὲ λέγῃ, ἐκ τοῦ ἁγίου πνεύματος λέγειν φαίνεται. οὐ ταὐτόν ἐστιν φάναι, ὅτι "3ἄνθρωπος λέγει"3 καὶ "3ἐπιστήμων ἄνθρωπος λέγει"3· ὅταν γὰρ ἄνθρωπον λέγωμεν εἶναι τὸν ἀπαγγέλλοντα, ἀνθρώπινά εἰσιν τὰ ἀπαγγελλόμενα, ὅταν δὲ ἐπιστήμονα, ἐπιστημονικά ἐστιν. ἡ ἐπιστήμη ἐκείνῳ ὑπηχεῖ, κἀκεῖνος ὥσπερ διάκονος γίνεται τῆς ἐπιστήμης. ὁ "3ἱκανὸς"3 οὖν "3τῇ χειρὶ"3 ᾄδει τὸν ψαλμὸν τοῦτον ἢ τὴν ᾠδὴν ταύτην, τὸν ψαλμὸν τῆς ᾠδῆς ἢ ἔνπαλιν. πᾶς δὲ πρακτικὸς "3ἱκανός"3 ἐστιν "3χειρί"3. ὁ δὲ σωτὴρ μάλιστα τοῦτο ἔχει· καὶ γὰρ οἱ ἄλλοι τὴν ἱκανότητα παρ' αὐτοῦ λαμβάνουσιν. ὁ Ἰωάννης γοῦν εἰς τὸ μέγεθος αὐτοῦ ἀφορῶν ἔλεγεν· "οὐκ εἰμὶ ἱκανός, ἵνα̣ λύσω τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ". πάλιν ἐὰν διδῶται παρ' αὐτοῦ ἡ ἱκανότης, "ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης". εἰ μιμηταὶ τοῦ Χριστοῦ γίνονται οἱ εἰς τοῦτο προτραπέντες καὶ ἔρωτα τοῦ πράγματος εἰληφότες, ὁρῶντες αὐτὸν "3ἱκανῶς"3 ἐνεργοῦντα ἐνεργοῦσιν καὶ αὐτοὶ κατὰ τὸ ἐφικτὸν αὐτοῖς "3ἱκανῶς"3. ἔλεγον δὲ ἐν τοῖς ψαλμοῖς ἀρχόμενος, ὅτι τὰ λεγόμενα περὶ τοῦ ἀνθρώπου οὗ ἀνέλαβεν ὁ σωτήρ, ῥηθείη περὶ παντὸς μιμητοῦ αὐτοῦ, οὐ μὴν ἃ λέγεται περὶ αὐτοῦ ὡς μονογενοῦς υἱοῦ καὶ θεοῦ λόγου· ῥηθείη ἄν, οὐ λέγω περὶ ἀνθρώπων, ἀλλ' οὐδὲ περὶ ἀρχῶν, περὶ οὐδενὸς ὅλως γενητοῦ. τὰ νῦν οὖν λεγόμενα ἁρμόζει τῷ ἀνθρώπῳ τοῦ σωτῆρος· διὸ καὶ ἄλλοι δύνανται αὐτὰ ποιεῖν. 2 Ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με. ἃ πολλάκις εἶπον, καὶ νῦν ἐρῶ· ἃ λέγεται περὶ θεοῦ, ὡς περὶ θεοῦ νοεῖται, ἃ δὲ λέγεται περὶ ἀνθρώπων, ὡς περὶ ἀνθρώπων νοεῖται. ἐνίοτε δὲ τὰ περὶ ἀνθρώπων λεγόμενα, ἐὰν μὴ ᾗ θνητοὶ καὶ ᾗ ἄνθρωποι, ἀλλ' ᾗ λογικοὶ λέγωνται, καὶ περὶ ἀγγέλων καὶ ἁπαξαπλῶς πάσης νοερᾶς οὐσίας ῥηθείη· κατὰ γὰρ τὸ νοερὸν ὁμοούσιός ἐστιν ὁ ἄνθρωπος, κατὰ τὸ δεκτικὸν τοῦ γίνεσθαι τέλειος "ὡς ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν"· τί γὰρ πλέον δύν̣αται καρπώσασθαι ἄγγελος 131 κατὰ τὸ ἐφικτόν; εἶτα ὁ σωτὴρ ἀνθρώποις λέγει, ὅτι ἐλεύσομαι ἐγὼ καὶ ὁ πατήρ μου "καὶ μονὴν π̣αρ' αὐτῷ ποιησόμεθα". τί πλέον ἔχει κτήσασθαι ἄγγελος σπουδαῖος; καὶ ἔτι· "δός, ἵν' ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν". τί πλέον ἔχει κτήσασθαι ἡ ἄνω οὐσία; τὴν διαφορὰν λαμβάνομεν κατὰ τὰ σωματικώτερα· οὐκ ἔχει σάρκα ὁ ἄγγελος. οὐ τοῦτο δέ ἐστιν τὸ εἶναι λογικὸν τὸν ἄνθρωπον τὸ σάρκα ἔχειν, ἐπεὶ πάντα τὰ ἔχοντα σάρκα λογικά εἰσιν. ἴδε οὖν· ἐὰν οὖν λέγῃ παρ' ἡμῖν τὸ ὑψωθῆναι τὸ ἐκ ταπεινοῦ τόπου εἰς ὑπερκείμενον καὶ ὕπερθεν μετεωρίζεσθαι, δεῖ δὲ πρῶτον ἔχειν τὸ τόπον μεταβάλλειν. ἀδύνατόν ἐστιν τὸ μὴ μεταβάλλον τόπον ὑψωθῆναι ἢ ταπεινωθῆναι, τοπικῶς λέγω. ὅταν οὖν ὁ ἅγιος λέγῃ· "ὑψώσω σε", τοῦτο λέγει· εὐχαριστήσω σοι. ἐάν τις νοῇ Χριστὸν κατὰ σάρκα, οὐχ ὑψοῖ αὐτόν. ὅταν δὲ μηκέτι κατὰ σάρκα γιγνώσκῃ, ἀλλὰ θεάσηται "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός", καὶ γνῷ, ὅτι ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, καὶ τοῦτ' ἔστιν τὸ ὑψῶσαι αὐτόν. λοιπὸν ὅτι χαριστηρίως τοῦτο λέγει, ἡ ἑξῆς ἐπιφερομένη· "ὅτι ὑπέλαβές με"· ὑπολαβὼν ὕψωσάς με. ὅτε δὲ ἐγὼ ὑψώθην, τότε ἔγνων σου τὸ ὕψος. καὶ ἔστιν γε καὶ ἐκ τῶν ἐν χερσ̣ὶν θεάσασθαι τοῦτο· προσέρχεταί τις ἐπιστήμῃ· οὔπω τὸ μέγεθος, οὔπω τὸ κάλλος, οὐ τὸ ὕψος αὐτῆς ὁρᾷ. ἐα`̣ν δὲ ἄρξηται μεταλαμβάνειν αὐτῆς καὶ βελτιοῦται καθ' ἑκάστην προσλαμβάνων ἤδη τοῖς γνωσθεῖσιν, τότε τὸ μέγεθος καὶ τὸ ὕψος τῆς ἐπιστήμης καὶ τῆς τέχνης ὁρῶν ὑψοῖ αὐτήν, τουτέστιν ὁμολογεῖ αὐτῆς τὸ ὕψος. ἀμέλει γοῦν ὅτε ἐπιστάνει τῷ ὕψει καὶ μεγέθει, πολὺ ἀπολειπόμενον ἑαυτὸν ὁρᾷ. "ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν". ὅσον ἐπιστάνω αὐτῇ καὶ θαυμάζω αὐ τήν, κρατερὰ γίνεται, καὶ οὐκέτι δύναμαι πρὸς αὐτήν, ἐς ὅσον ἐν σώματί εἰμι. τοῦτο καὶ Σολομὼν λέγει περὶ τῆς σοφίας· "εἶπα Σοφισθήσομαι, καὶ