1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

81

οὕτω ῥηθείη καὶ ψυχὴ αὐτοῦ. "ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου". 4 ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. οἱ καταβαίνοντες εἰς λάκκον καὶ τῆς ἡμέρας ἐλέχθησαν, ὅτι οἱ ἄνωθέν εἰσιν πεπτωκότες· οὐ γὰρ πηγαί εἰσιν οἱ λάκκοι· οὐκ ἔχουσιν ὕδωρ χορηγούμενόν ποθεν. καὶ ὁ ᾅδης δὲ διὰ τοῦτο συνεχῶς ἐν ταῖς γραφαῖς λάκκος ὀνομάζεται, ὅτι αἱ καταπεσοῦσαι ψυχαὶ ἐκεῖ πίπτουσιν. 133 "ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον". εἰ γὰρ καὶ κατέβην εἰς ᾅδ̣ου, ἀλλ' οὐ κατεσχέθην ἐν τῷ λάκκῳ ὡς τὰ πίπτοντα ὕδατα, ἀλλ' ἐσώθην, διὸ βλαβῆναι οὐχ ὑπῆρκταί μοι, ἃ ὑπάρχει τισὶν τῶν πιπτόντων εἰς τὸν ᾅδην. 5 ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ. λοιπὸν ψάλλων καὶ αἰνῶν, ὅτι ὑπελήφθη, βούλεται ἐπέπεσθαι τῷ ὕμνῳ κἀκείνους, οὓς ἀνήγαγεν ἐξ ᾅδου ὁσίους λοιπὸν αὐτοῦ ἀποδεδειγμένους· καὶ γὰρ οἱ ἀμφὶ τὸν Ἀβραὰμ καὶ οἱ ἄλλοι ἅγιοι ἐκεῖ ἦσαν. ἐκεῖ δὲ ἦσαν καὶ αἱ ἄλλαι ψυχαί, ἀλλ' αἱ μὲν ἀπεδείχθησαν ὁσίων ψυχαί, αἱ δὲ οὐχί· οὐδὲ γὰρ πάσας ἀνηγιοχέναι λέγομεν τὸν σωτῆρα, ἀλλὰ τὰς ψυχὰς ἐκείνας τὰς προσδοκώσας αὐτὸν κἀκεῖ. ἔλεγον οὖν εἰς τό· "σὺ εἶ ὁ ἐρχόμενος, ἠ`̣ ἕτερον προςδοκῶμεν"; ᾔδει ὁ ἀνὴρ ἐκεῖνος μέλλων ἀποθνῄσκειν· ἐν τῷ δεσμωτηρίῳ γὰρ ὢν τα̣υ´̣την ἔπε̣μ̣ψε τὴν φωνήν, ὅτι "3σὺ ἔρχῃ διὰ σεαυτοῦ ἐκεῖ ἢ ἕτερον πέμπεις"3; οὐχ ὅτι ἀμφέβαλλεν, ἀλλὰ ἤθελεν διακονῆσαι ἐκεῖ παρ' αὐ τοῦ μαθών, προσταχθεὶς παρ' αὐτοῦ. γράφει ὁσίοις· τὸ κατόρθωμα ὑπὲρ ἡμω῀̣ν ἐστιν ἢ κοινὸν ἡμῶν καὶ ὑμῶν. ὥσπερ οὖν ἐγὼ ψαλμὸν ᾠδῆς ᾄδω, ψάλατε καὶ ὑμεῖς· συνεπικρούετε τοῖς ὀργάνοις τῇ ᾠδῇ τῇ ἡμετέρᾳ, ἣν ὑπὲρ ὑμῶν ἀναπέμπω λέγων· "ὑψώσω σε, κύριε". 5 καὶ ἐξομολογεῖσθε τῇν μνήμῃν τῆς ἁγιωσύνης αὐτοῦ. ἐξομολόγησις ἐνταῦθα οὐχ ἡ ἐξαγόρευσις ἐπὶ ἁμαρτήμασιν λέγεται· λέγεται μὲν γὰρ καὶ αὕτη ἐξομολόγησις, ὡς ἐὰν λέγῃ· "ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας ὑμῶν". ὡς ἐπὶ τὸ πλεῖστον οὖν ἐν τῇ γραφῇ ἡ ἐξομολόγησις διὰ τῆς λέξεως σημαίνεται ἡ εὐχαριστία· "ἐξομολογησώμεθά σοι, ὁ θεός, ἐξομολογησώμεθά σοι". δογμάτων ὧδε κινεῖται ἡ μνήμη, λέγει "τῆς ἁγιωσύνης αὐτοῦ". αἱ μαθητικαὶ ἀναμνήσεις οὐ νῦν πρότερον. ἐάν τις ἁγιασθῇ, μετασχὼν τοῦ ἁγίου ἔσχεν ἁγιωσύνην. οὕτω δὲ γέγονεν, ἵνα ᾖν ἅγιος οὐ κατ' οὐσίαν, ἀλλὰ προαιρέσει, ἐν προχρείᾳ λαβὼν τὸ ἅγιον, τὸ ἀγαθόν. ἀναπολήσατε οὖν ἐξομολογούμενοι καὶ ψάλλοντες, ὅτι οἰκεία ἐστὶν ὑμῖν ἡ ἁγιότης· ἐφ' ᾧ γεγόνατε, ἀναλάβετε· γεγόνατε, ἵνα ἅγιοι ἦτε, οὐχ ἵνα βέβηλοι· γεγόνατε δὲ ἐν ῥυπαρίᾳ καὶ βεβηλότητι. ἀναπολήσατε τὴν ἁγιότητα ὑμῶν, καὶ οὕτω θελήσατε γενέσθαι. 6 ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ. διὰ τοῦτο προτρέπομαι ὑμᾶς εἰς τὸ ψᾶλαι ὁσίους γεγενημένους καὶ ἐξομολογήσασθαι τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, "ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ" ἐστιν, ἵνα μὴ ὀργῇ καὶ θυμῷ περιπέσητε· ἐμοῦ γὰρ τὰ τηλικαῦτα κατορθώσαντος ἐὰν ἐν τοῖς αὐτοῖς μένητε οἷς πρὸ τῆς ἐμῆς ἐπιδημίας, καὶ ἐν τοῖς δι' ἃ ἐλήλυθα, διαδέξεται ὀργή, ὅτι καὶ μετὰ τοσαῦτα βοηθήματα καὶ μετὰ τοσαύτας ὠφελίας καὶ προτροπὰς ἐν τοῖς αὐτοῖς μένετε. γίνεται δὲ ὥσπερ ὀργὴ ἐν τῷ θυμῷ, οὕτω καὶ "ζωὴ ἐν τῷ θελήματι αὐτοῦ". ὁ τῷ θελήματι αὐτοῦ ἑπόμενος καὶ ἐργαζόμενος αὐτό, αἰτησάμενος γνῶναι αὐτὸ παρ' αὐτοῦ- εὐχὴν γοῦν τις ἀναπέμπει λέγων· "δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά 134 σου". διὰ τοῦ εἰπεῖν μετ' αἰτιολογικοῦ· "ὅτι ὁ θεός μου εἶ σύ", δείκν̣υσιν, ὅτι τὸ τοῦ θεοῦ θέλημα μόνου ζωή ἐστιν. συνδραμεῖν δὲ δεῖ καὶ τὸ ἡμέτερον θέλημα, ἵνα μὴ εἴπῃ· "ποσάκις ἠθέλησα, καὶ οὐκ ἠθελήσατε". "ζωὴ" οὖν "ἐν τῷ θελήματί" σού ἐστιν. δύναται καὶ τὸν θεὸν λόγον ἐνταῦθα θέλημα λέγειν. ἐν αὐτῷ δὲ τὰ ὅλα γέγονεν, πάντα δι' αὐτοῦ εἰς οὐσίαν ἐλήλυθεν. ἐν τῷ θελήματ̣ι οὖν τοῦ εἰς ὕπαρξιν ὑμᾶς ἀγαγόντος ἡ ζωὴ ἔκειτο. 6 τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. τὸ ἑσπέρας τέλος ἐστὶν ἡμέρας καὶ ἀρχὴ νυκτός, ὡς αὖ τὸ πρωὶ πέρας ἐστὶν νυκτὸς καὶ ἀρχὴ ἡμέρας. ἀσυνύπαρκτα δὲ πολλάκις ἐλέχθησαν εἶναι τὰ