1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

96

μὴ ἄλλου χάριν αὐτὸ ἀγαπῶμεν. "ἡ τελεία" οὖν "ἀγάπη ἔξω βάλλει τὸν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει"-, οὐκ ἐκεῖνον, περὶ οὗ λέγεται· "οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". 20 ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. ἐξειργάσω ταύτην τὴν κρύψιν. τινές εἰσιν υἱοὶ ἀνθρώπων οὐ ψεγομένων. ψέγονται δὲ πολλάκις οἱ ἄνθρωποι καὶ οἱ υἱοὶ ὅταν λέγῃ ὅτι· "υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι"; ὅταν δὲ λέγῃ· "ἐξ οὐρανοῦ ἐπέβλεψεν κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων", ἐπαινετοί εἰσιν οὗτοι οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ λέγω παράδοξον· ὅταν πρὸς θεὸν ἀναφέρωνται, οἱ δίκαιοι ἄνθρωποί εἰσιν καὶ ἀνθρώπων υἱοί, ὅταν δὲ πρὸς τοὺς δικαίους, οἱ ἁμαρτωλοὶ υἱοὶ ἀνθρώπων, φαύλων ὄντων ἐκεί151 νων, περὶ ὧν γράφει Παῦλος· "ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε"; καὶ περὶ ὧν· "ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄςκετε", ἐκπεσόντες τοῦ θεοὶ εἶναι καὶ υἱοὶ ὑψίστου. πρὸς τοὺς ἁγίους ἀνθρώπους λεγομένους ἢ θεοὺς ὀνομαζομένους υἱοὶ ἀνθρώπων οἱ φαῦλοι λέγονται, πρὸς δὲ τὸν τῷ θεῷ αἴτιον υἱοὺς σπουδαίους, ἐφ' οὓς ἐπιβλέπει. καὶ πάλιν· "ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε. ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν". "μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων". ὧδε ὁ ἄνθρωπος ὁ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ ἐπὶ μεγέθει ἐπαινεῖται. ὅταν δέ τις ἐκπεσὼν τοῦ εἶναι ὑψίστου υἱὸς ἄνθρωπος γένηται υἱός, φαῦλός ἐστιν οὗτος ὁ ἄνθρωπος. "ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων" τῶν σπουδαίων-ἴσασιν δὲ ἐκεῖνοι τὴν ἐξεργασίαν- κρύψιν τοῦ πλούτου τῆς χρηστότητός σου. 21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου. τοὺς υἱοὺς τῶν ἀνθρώπων οἷς ἐξειργάσω τὸν σὸν ἔλεον. κατακρύπτεταί τις δὲ ἐν ἀποκρύφῳ τοῦ θεοῦ οὕτως· ἔχει θεὸς πρόσωπον ἐπιφαινόμενον διὰ τῶν ἑαυτῶν δημιουργημάτων· λέγεται γάρ· "ἐκ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται". ἐξ ἀναλογίας τῆς κτίσεως θεωρεῖται· ὥσπερ γὰρ ἐὰν ἴδῃ τις σκάφος, φαντασίαν ναυπηγοῦ λαμβάνει κἂν μὴ παρῇ, καὶ ὁ θεωρήσας ἰθυνομένην ναῦν πόρρωθεν εὐθέως εἰς ἔννοιαν ἔρχεται ὅτι ἔστιν ὁ πηδαλιουχῶν αὐτήν, καὶ ἅρμα πόρρωθεν ὁ βλέπων τεταγμένως φερόμενον κἂν μὴ ὁρᾷ τὸν ἡνίοχον, ἐνθύμησιν αὐτοῦ λαμβάνει, οὕτω τεταγμένως τοῦ κόσμου ἄρα φερομένου καὶ περικαλλῆ ἔχοντος τὴν φύσιν φαντασία τοῦ κάλλους καὶ τοῦ μεγέθους τοῦ θεοῦ γνωρίζεται· εἰ γὰρ μεγάλα τὰ γενόμενα, πολὺ μείζω ὁ κατασκευάσας. ὅταν τις οὖν ἐκ τοῦ κόσμου καὶ τῆς τάξεως καὶ τῆς ἐννοίας καὶ τῶν κριμάτων τῆς προνοίας φαντασίαν λάβῃ θεοῦ, οὐκ εἰς τὸ ἀπόκρυφον τοῦ προσώπου αὐτοῦ κατεκρύβη. τοιοῦτοι δέ εἰσιν καὶ οἱ παρ' Ἕλλησιν φιλοσοφήσαντες· ἐκ γὰρ τοῦ μεγέθους τῶν δημιουργημάτων καὶ τῆς καλλονῆς φαντασίαν ἔλαβον θεοῦ. ὁ δὲ ἄνευ τῆς δημιουργίας λαμβάνων θεοῦ φαντασίαν ἑωρακὼς τὸν υἱὸν καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα-"ὁ" γὰρ "ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα"-, οὗτος ἐν ἀποκρύφῳ τοῦ προσώπου τοῦ θεοῦ κέκρυπται. ἀπόκρυφον δὲ τὸ κατὰ τὸν λόγον τὸν δημιουργικόν. πάλιν ἵνα καὶ δημωδεστέρως εἴπωμεν· δύο πρόσωπα εἶχεν Ἰησοῦς, ἀνθρώπου καὶ θεοῦ. ὅσοι κατὰ σάρκα αὐτὸν γιγνώσκουσιν, ἐν τῇ φανερώσει τοῦ προσώπου αὐτὸν λαμβάνουσιν. ὅσοι δὲ ἀποστάντες ἀπὸ τοῦ κατὰ σάρκα αὐτὸν εἰδέναι ἦλθον εἰς τὸ γιγνώσκειν αὐτὸν καθὸ θεὸς λόγος ἐστίν, οὗτοι κατεκρύβησαν ἐν ἀποκρύφῳ τοῦ προσώπου τοῦ θεοῦ. καὶ ἔτι, ἐπειδὴ ἔλεγον τὴν ἔξωθεν φαντασίαν τοῦ κόσμου πρόσωπον εἶναι, ὁ λόγος ὁ καθ' ὃν γέγονεν τὰ γενόμενα καὶ προνοεῖται καὶ διοικεῖται, τὸ ἀπόκρυφόν ἐστιν τοῦ προσώπου τοῦ θεοῦ, ἀπόκρυφον δὲ τὸ κατὰ τὸν λόγον τὸν δημιουργικόν. κρύπτει τὴν ἑαυτοῦ χρηστότητα ὁ θεὸς πολλάκις τοῖς μικροῖς τοῖς φοβουμένοις αὐτόν. ἐξειλήφαμεν δὲ χθὲς τοὺς φοβουμένους τοὺς φόβῳ