1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

117

προσηγορ̣ία τοῦ θεοῦ. μάλιστα δὲ τοῦτο ὑπάρξεται, ὅταν "ὁ θεὸς πάντα ἐν πᾶσιν" γένηται, ὅταν ἀ ποδράσης ὀδύνης καὶ λύπης καὶ στεναγμοῦ αἰώνιος εὐφροσύνη καταλάβῃ. 5 ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου. οὐχ ἁπλῶς εἶπεν "ἐζήτησα", ἀλλ' ἐπιτεταμένως τοῦτο πεποίηκα. "καὶ ἐπήκουσέν μου". δείκνυσιν ὅτι ἡ νῦν λεγομένη ἐκζήτησις δι' εὐχῆς γίνεται· τοῦτο γὰρ ἐπενήνεκται· "καὶ ἐπήκουσέν̣ μου". εἰ δ̣ε`̣ καὶ ἐκζητεῖ ὁ βουλόμενος γνῶναι τὸν θεόν, ὡς οἷόν τέ ἐστιν, ἀλλ' οὐκ ἔχει τέλος. τὸ ἐπακουσθῆναι τάχ̣α τὸ εὑρεῖν, τὸ τελειωθῆναι. ἐξεζήτησα τὸν κύριον, καὶ ηὑρέθη μοι. οὕτω γοῦν γέγραπται ἐν Σοφίᾳ· "εὑρίσκεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ, ἐνφανίζεται τοῖς ζητοῦσιν αὐτόν". καὶ ἔτι· "ἐκζητήσατε τὸν κύριον· ἡνίκα δὲ ἐὰν ἐγγίζῃ ὑμῖν". ὧδε οὖν τὸ "ἐπήκουσεν" τοῦτο λέγει, ὅτι ἡ ἐκζήτησις δι' εὐχῶν γέγονεν. ἀδιαλείπτως προσευχόμενος ἐκζητεῖ τὸν θεὸν καὶ ἐ´̣σ̣χεν αὐτὸν ὑπήκοον εὑρὼν τὸ ζητούμενον. 5 καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρύσατό με. πολλάκις περὶ τούτων εἰρήκαμεν, ὅτι τὸ ῥύεσθαι τὸν θεὸν ἐκ θλίψεως οὐ τὸ ἐ´̣ξω θλ̣ίψ̣εως γενέσθαι σημαίνει· εἰ γὰρ ἀληθεύουσιν οἱ ἀπόστολοι λέγοντες· "ἐν παντὶ θλιβόμεθα"· καὶ ἔτι· "διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ", οὐδέποτε ἐκτὸς τοῦ θλίβεσθαι δεῖ γενέσθαι. εἰ δὲ τοῦτο μὴ οὕτω τις λάβοι τὸ ῥύεσθαι, 193 οὐδέποτε εἰσηκούσθησαν οἱ ἅγιοι· ἀεὶ θλιβόμενοι, ὑστερούμενοι διετέλεσαν τὸν βίον αὐτῶν μέχρις ἐσχάτης ἀναπνοῆς. 6 προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. εἰρηκὼς τὴν διάθεσιν ἣν ἔχει πρὸς τὸν θεόν, καὶ εἰρηκὼς τὰ ὑπάρχοντα ὑπὸ τοῦ θεοῦ ὠφέλιμα τοῖς ἐκζητοῦσιν καὶ ἐπακουσθεῖσιν, προτρέπεται ἢ πάντας ἢ πολλοὺς καὶ λέγει· "προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε". οὐ τοῖς ἤδη πεφωτισμένοις καὶ δυναμένοις εἰπεῖν· "ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε", "προσέλθατε"· οἱ γὰρ ἤδ̣η προσελθόντες φῶς εἰσιν. αὐτίκα γοῦν οἱ ἀπόστολοι προσεληλυθότες ἤκουσαν· "ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου". καὶ ἄλ λους φωτίζουσιν. "προσέλθατε" οὖν οἱ μακρὰν "πρὸς αὐτὸν καὶ φωτίσθητε", καὶ ἐκ τοῦ φωτισθῆναι ὑμᾶς π̣αραγι´̣ν̣εται τὸ ἀκαταίσχυντον. "τὰ πρόσωπα" δὲ "ὑμῶν οὐ μὴ καταισχυνθῇ"· πεφωτισμένα γὰρ γίνεται, ὡς εἰρ̣ήκασιν οἱ εὐχαρίστως · "ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου". ὅταν πληρωθῇ τό· "ἔσται σοι κύριος φῶς αἰώνιον", πᾶσα αἰσχύνη ἀφανισθήσεται. ἐὰν πρὸ ἁμαρτίας οὐκ ἦν αἰσχύνη, "γυμνοὶ ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὕα, καὶ οὐκ ᾐσχύνοντο". γυμνοὶ ἦσαν πάσης κακίας, οὐκ εἶχον ἔνδυμα καλύπτον τὸ λογιστικόν, οὐκ ἦν ὁ λόγος ἐπικρυπτόμενος ὑπὸ παθῶν ἀλόγων. ὅτε δὲ ἁμαρτία γέγονεν, καὶ ἐνπαθὴς λοιπὸν καὶ νόησις καὶ ζωή, καὶ αἰσχύνη ὑπῆρκται. ἐὰν τοίνυν προσέλθωμεν τῷ φωτί, ᾧ κατελείψαμεν ἁμαρτάνοντες, τὰ πρόσωπα ἡμῶν οὐ καταισχύνεται, πολλὴν παρρησίαν ἔχομεν· λέγει γάρ· "ἐὰν μὴ καταγιγνώσκῃ ἡμῶν ἡ καρδία, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν". ἐὰν ἀκατάγνωστόν τις ἀπὸ καρδίας καὶ συνειδήσεως ἑαυτὸν ὁρᾷ, πάνυ παρρησίαν πρὸς τὸν θεὸν ἔχει ὡς λέγειν· "ζῇ κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ". παρρησιασαμένου φωνὴ καί· "τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐφόψομαι". εἶδον πολλά, ἀλλ' ἔτι μᾶλλον ἐπιθεωρήσω υ̣···· ἐφοπτικὰ θεωρήσω. "καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ". ἐλέγομεν ὅτι ἁμαρτίας οὔσης καλύπτεται τὸ πρ̣όσωπον τῆς ψυχῆς ὑπὸ αἰς̣χύνης ὡς μηκέτι τὸ κάλλος αὐτῆς καὶ τὴν ἀναλογίαν τῶν μελω῀̣ν αὐτῆς θεωρεῖσθαι. ὅταν δὲ φωτισμὸς̣ γένηται, λοιπὸν "ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου καθοπτρίζεται". οὐδεὶς κεκαλυμμένον ἔχων πρόσωπον τὴν δόξαν τοῦ θεοῦ καθοπτρίζεται, ἀλλ' εἴ τις ἀπέβ̣αλεν τὰ ἐπιγενόμενα καλύμματα. οἱ γοῦν αἴσθησιν λαβόντες, οἷ κακῶν̣ παρ' ἑαυτοὺς γεγόνασιν, λέγουσιν· "κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν". κάλυμμα ἡμῖν ἡ ἀτιμία γέγονεν, ἡ αἰσχύνη, τοῦ προσώπου ἡμῶν. 7 οὗτος ὁ πτωχὸς ἐκέκραξεν, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ.