1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

124

ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους. πολλὴ προτροπὴ πάλιν, πολλὴ παίδευσις. τοῦτο λέγει ὅτι· οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἕτοιμοί εἰσιν πρὸς τὸ ἰδεῖν καὶ σῶσαι, καὶ ἕτοιμα ἔχει τὰ ὦτα πρὸς τὸ ὑπακοῦσαι. "ἔκκλινον" τοίνυν "ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, καὶ ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν"· εὐθέως γὰρ ἕξεις θεὸν ἔφορον. μόνον θέλησον εἶναι δίκαιος, διώκειν τὴν δικαιοσύνην, καὶ ἔχεις τοὺς ὀφθαλμοὺς τοῦ θεοῦ ἐπικειμένους σοι καὶ τὰ ὦτα αὐτοῦ ἕτοι μα εἰς τὸ δέξασθαι τὰς εὐχάς σου ἃς ποιῇ πρὸς αὐτόν. 16 καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. πολλάκις ἐλέχθη ὅτι τὰ ἀνθρωπολογούμενα ἐπὶ θεοῦ οὐκ ἐπὶ ῥητοῦ λαμβάνειν δεῖ, ὡς οἴονται οἱ ἀνθρωπομορφεῖται· θέλουσιν γὰρ καὶ πρόσωπον ἀνθρώπινον εἶναι περὶ τὸν θεόν, καὶ λέγουσιν ὅτ̣ι ὁ κατὰ εἰκόνα ἄνθρωπος καὶ ὁμοίωσιν θεοῦ 200 γέγονεν κατὰ τὴν κατασκευὴν τοῦ σώματος. ἀνετράπη δὲ τὸ τοιοῦτο ὑπὸ σοφῶν ἀνδρῶν· λέγουσιν γὰρ ὅτι· "3εἰ κατὰ τοῦτο ὁ ἄνθρωπος κατ' εἰκόνα θεοῦ ἐστιν, ὅτι μιμεῖται σωματικῶς τὸν θεὸν καὶ τὸ σῶμα αὐτοῦ ὁμοίωσιν ἔχει πρὸς τὸν θεόν, πῶς ὁ θεὸς λέγεται πτέρυγας ἔχειν· "ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με"; ἄπτερον οὖν ζῷόν ἐστιν ὁ ἄνθρωπος, ὥστε οὐ κατὰ τὸ σῶμα "κατ' εἰκόνα καὶ ὁμοίωσίν" ἐστιν θεοῦ"3. ἐὰν δὲ νοήσῃς, τίνες αἱ τοῦ θεοῦ πτέρυγες, ὄψει ὅτι καὶ ὁ ἄνθρωπος ἔχει τοιαύτας πτέρυγας νοητὰς μετεωριζούσας αὐτόν. πάλιν οἱ ὀφθαλμοί· ἐπειδὴ κατ' ἱστορίαν πάντα λαμβάνουσιν, ὁ ἄνθρωπος δυ´̣ο ὀφθαλμοὺς ἔχων οὔκ ἐστιν "κατ' εἰκόνα καὶ ὁμοίωσιν" τοῦ ἑπτὰ ἔχοντος, ὥστε ἀναγόμενα ἐκεῖνα τῶν αἰσθητῶν ἀπάγει, τὰ περὶ ἀνθρώπου δὲ τῶν αἰσθητῶν ἀπαγόμενα τὴν ὁμοιότητα τὴν πρὸς τὸν θεὸν σῴζει. 17 πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. τοῦτο λέγει ὅτι οἱ ποιοῦντες τὰ κακὰ οὔκ εἰσιν δίκαιοι. μὴ ὄντες δὲ δίκαιοι οὐκ ἐφορῶνται ὑπὸ τοῦ θεοῦ οὐδὲ εἰσακούονται. ὅμως οὐ μένουσιν ἀφάνταστοι αὐτοῦ. ὅταν δὲ περιπέσωσιν ἀνιαροῖς τισιν καὶ ἐν συναισθήσει γένωνται ὅτι διὰ τὰ πραττόμενα καὶ φρονούμενα κακὰ ἐν τούτοις γεγόνασιν, φαντασίαν αὐτοῦ λαμβάνουσιν. ἀμέλει γοῦν καὶ Μωυσῆς ὁπηνίκα ἐδίωκεν Φαραὼθ καὶ ἡ στρατιὰ αὐτοῦ πᾶσα, εἶπεν ἤκουσεν τοῦ θεοῦ ὅτι· "δοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος"· πῶς γὰρ ἔγνωσαν; ἦ ὑποβρύχιοι γενόμενοι μηκέτι διαφυγεῖν δυνάμενοι ἔλαβον φαντασίαν θεοῦ. καὶ ἐν ψαλμοῖς δὲ κεῖται ὅτι· "αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν καὶ γνωσάτωσαν ὅτι ὄνομά σοι, κύριε". μετὰ τὸ ἀπολέσθαι, μετὰ τὸ αἰσχυνθῆναι ἔγνωσαν τὸν θεόν, καὶ τοῦτό ἐστιν τὸ ἐμφανῆν αὐτὸν εἶναι καὶ πρόσωπον ἔχειν ἐπὶ ποιοῦντας κακά. ἐπερ · πῶς ἀλλαχοῦ λέγει· "ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος"; -ἄλλως ἐκεῖ λέγεται· τοῦ σωτῆρός ἐστιν ἡ φωνή. ἄκουε οὖν· τὸ ἀποστρέψαι τὸ πρόσωπον οὐκ ἀπὸ τῶν ποιούντων τὰ κακὰ λέγει, ἀλλὰ τῶν ἐχόντων αὐτὸ φαινόμενον. ὀλίγον δὲ ταραχθέντες ἔδοξαν ἔξω τοῦ προσώπου γίνεσθαι· διὸ καὶ ἐταράχθησαν. αἴσθησιν ἐ´̣λαβον ὅτι ὑπῆρκταί τι αὐτοῖς ἀηδές. γέγονεν δὲ ἡ ἀποστροφὴ τοῦ προσώπου ὧδε πρὸς τὸ διεγεῖραι ἐκείνους τοὺς πρότερον αὐτὸ ὁρῶντας καὶ μὴ ἀπεστραμμένον ἔχοντας, ἵνα τύχωσιν αὐτοῦ. ἐπὶ τοὺς ποιοῦντας δὲ κακὰ οὐδ' αὕτη ἡ αἰτία, ἀλλ' ἵν' αἰσθηθῶσιν ὅτι προνοίᾳ θεοῦ κατεδικάσθησαν, προνοίᾳ θεοῦ ἐν τοῖς ἀνιαροῖς εἰσιν. κ̣αὶ γίνεταί γε καὶ τοῦτο ἐπὶ τέλει χρηστῷ· 17 τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. οὐ καθάπ̣αξ "τὸ μνημόσυνον αὐτῶν", ἀλλ' "ἐκ τῆς γῆς", ὥστε μηκέτι αὐτοὺς γῆν λογίζεσθαι, μηκέτι τὰ ἐπίγεια φρονεῖν. ὡς λέγομεν ὅτι ἐξήλασεν τόνδε τὸν ἄνθρωπον ἐκ τῆς χώρας, ἔνθα πολλαὶ πορνεῖαί εἰσιν· μὴ γὰρ κατάρα ἐστὶν ὃς ᾖρε̣ν αὐτὸν ε᾿̣κεῖθεν ἐν τοῖς ἐναντίοις αὐτὸν τεθεικώς. 18 ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ κύριος εἰςήκουσεν αὐτῶν. καὶ εἰκότως γε, ἐπεὶ τὰ ὦτα ἔχει ἐπ' αὐτούς, κράξαντες ἔτυχον αὐτοῦ ἐπηκόου. πρόσεχε, δύο εἴρηται, ἐπαινετὸν καὶ ψεκτόν·