1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

127

ὥσπερ οὖν ὁ σωτὴρ τῇ καρδίᾳ ταπεινός ἐστιν, οὕτω καὶ οἱ μανθάνοντες παρ' αὐτοῦ τοῦτο ταπεινοὶ γίνονται τῇ γνώμῃ. καὶ οὗτοί εἰσιν οἱ πτωχοὶ τῷ πνεύματι οἱ μὴ πλουτεῖν ἐν ἀλαζονείᾳ βουλόμενοι. 20 πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ῥύσεται αὐτούς. πολλάκις ἤδη ἡμῖν ἐλέχθη ὅτι ἐκ πασῶν αὐτῶν ῥύεται. "πολ λαί" εἰσιν "αἱ τῶν δικαίων θλίψεις"· εἶπον ὅτι διὰ βίου καὶ μέχρις ὑστέρας ἀναπνοῆς. 21 κύριος φυλάττει πάντα τὰ ὀστᾶ αὐτῶν. εἰ ῥύονται ἐκ πασῶν τῶν θλίψεων ὥστε μὴ ὑποπεσεῖν καὶ συντριβῆναι, πᾶσαι αἱ εὔτονοι αὐτῶν δυνάμεις ὀστᾶ καλούμεναι φυλάττονται ὑπὸ τοῦ θεοῦ. ἐλέχθη δὲ καὶ πρὸ τούτου ὅτι αἱ τῆς ψυχῆς δυνάμεις ὀστᾶ αὐτῆς καλοῦνται· διακρατητικὰ γάρ εἰσιν ὅλης τῆς ψυχῆς, τὰ ὀστᾶ τὰ αἰσθητὰ ὅλου τοῦ σώματος. ἀδύνατον ἦν στῆναι τὰς σάρκας ἢ τὰ ἄλλα· τὰ διακρατοῦντα τὰ μέλη τοῦ σώματος ὀστᾶ. καὶ αἱ εὔτον̣ο̣ι αἱ τῆς ψυχῆς δυνάμεις, οἷον ἡ μνημονικὴ 203 ἢ ἡ θεωρητικὴ ἢ αἰσθητικὴ τῶν καλῶν, ὅταν ἀκαμπεῖς ὦσιν καὶ τέλειαι φυλαττόμεναι, ὑπὸ τοῦ θεοῦ τοῦτ' ἔχουσιν, οὐχ ἱδίᾳ δυνάμει. ἐκ προαιρέσεως οὖν ἐπὶ τὸ θέλειν τοῦτο ἔρχονται, τελειοῦνται δὲ κατὰ τοῦτο συνεργήσαντος τοῦ θεοῦ. 21 ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. εἰ δίκαιοί εἰσιν καὶ ἐκέκραξαν πρὸς τὸν θεὸν καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρύσθησαν, "ἓν" τῶν ὀστῶν αὐτῶν "οὐ συντριβήσεται", ἀντὶ τοῦ "μία δύναμις". καὶ ἵνα ἀπὸ τῶν αἰσθητικωτέρων ἄρξωμαι δυνάμεων· δύναμίς ἐστίν τις ὁρατική. ὅταν μὴ ὁρᾷ ἵνα ἐπιθυμήσῃ κάλλος γυναικῶν μηδὲ νικηθῇ ὑπὸ κάλλους ἐπιθυμίας, τὸ ὀστοῦν τοῦτο οὐ συνετρίβη ὑπὸ τοῦ κυρίου, ἀλλὰ φυλάττεται ὑπ' αὐ τοῦ ἀβλαβές. ὅταν βλέψας εἰς τὸν οὐρανὸν ἴδῃ τὸν ἥλιον καὶ τὴν σελη´̣ν̣ην καὶ μὴ προςκυνήσῃ καὶ λατρεύσῃ, ἀλλὰ ἐκ τῆς ὁρωμένης κτίσεως τὸν καταδείξαντα πάντα νοήσῃ καὶ ἐκ̣ μεγέθους τῶν κτισμάτων αὐτοῦ καὶ τῆς καλλονῆς ἀναλόγως θεωρῶν, ἔρρωται τοῦτο τὸ ὀστοῦν τὸ κατ̣ὰ τὴν ὄψιν. ὥστε αἰσθητικώτερον λαμβάνω, ὅταν μὴ παραδέχηταί τις ἀκοὴν ματαίαν, ἀλλὰ κρίνῃ ποίοις λόγοις πείθηται καὶ ποίοις μὴ καὶ ποίοις συνκαταθῆται καὶ ποίοις ἀνανεύῃ- "λόγοις σοφῶν παράβαλλε σὸν οὖς", καὶ "μὴ παραδέξῃ ἀκοὴν ματαίαν"-, οὗτος ἔχει καὶ τὸ ὀστοῦν, τὴν ἀκοήν, τὴν αἴσθησιν τῶν ἀκοῶν ἀσύντριβον, ὑγιαίνουσαν. 22 θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν. τῶν μὲν δικαίων τὰ ὀστᾶ ὑπὸ κυρίου φυλάττεται καὶ ἓν ἐξ αὐτῶν οὐ συντρίβεται, τῶν δὲ ἁμαρτωλῶν ὁ θάνατος πονηρός ἐστιν. ἐλέχθη δὲ ἡμῖν ἤδη, ὅτι διχῶς λέγεται πονηρός. εἰ δὲ ἕπεται ὁ κατασπῶν ἀπὸ τῆς μακαρίας ζωῆς θάνατος τῇ ἁμαρτίᾳ, κατὰ τό· "ἡ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον", πονηρός ἐστιν οὗτος ὁ θάνατος. πάλιν ἐπεὶ κολάσει παραδίδονται ἀπαλλαγέντες τοῦ βίου, τεθνήκασιν πάλιν ἵνα κολασθῶσιν. λέγεται γοῦν· "τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ"· πῶς γὰρ οἷόν τε εἶναι τοῦτον πονηρὸν ἢ πονηρὸν τὸν θάνατον σὺν τῷ θανάτῳ Χριστοῦ φυτευόμενον; "εἰ γὰρ σύνφυτοι", φησίν, "γεγόνα μεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως". καί· "εἰ συναπεθάναμεν, καὶ συνζήσομεν". "καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν". ὁ ἁμαρτωλὸς ἐὰν ἐπίτασιν ἁμαρτίας λάβῃ, τὸν δίκαιον μισεῖ. μισῶν δὲ τὸν δίκαιον τὴν ἀρετὴν μισεῖ. οἱ ἁμαρτωλοὶ γοῦν μισοῦσιν τὸν δίκαιον οὐχ ᾗ ἄνθρωπός ἐστιν-τοὺς γοῦν ἁμαρτωλοὺς οὐ μισοῦσιν-, ἀλλ' ᾗ δίκαιός ἐστιν. ὁ δὲ μισῶν ἰατρὸν ᾗ ἰατρός, τὴν ἰατρικὴν μισεῖ. διὰ τοῦτο πλημμελήσουσ̣ιν, κολασθήσονται. 23 λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ. λοιπὸν λέγει· εἰ καὶ τῶν ἁμαρτωλῶν ἅπτ̣εται πονηρὸς θάνατος καὶ τῶν μισούντων τὸν δίκαιον γενήσεται πλημμέλεια, ἀλλὰ τὰς τῶν δούλων αὐτοῦ ἀγαθὰς ψυχὰς λυτροῦται. λυτροῦται τὰς ψυχὰς ἀπὸ τῶν προλαβόντων κρατησάντων ἀνιαρῶν. ἑκατέρως π̣άλιν λαμβάνεις· καὶ ἀπὸ κολάσεως λυτροῦται καὶ ἐξ ἁμαρτίας λυτροῦται· εἰ γὰρ ἐξ ἁμαρτίας λυτροῦται, ἕπεται τὸ ἀπὸ