1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

130

αὐτῷ ἔχει. ὡς ἐὰν λέγω τῷ θεῷ· "ἐπίνευσον τῇ ἀξιώσει μου", περὶ προσευχῆς προσευχὴν ἀναπέμπω. "εἰσάκουσόν μου, κύριε, ὅτι πρὸς σὲ ἐκέκραξα"· καὶ εὐχὴν περὶ εὐχῆς ἀναπέμ πω· ἐπεὶ γὰρ συνεργίας χρῄζει θεοῦ καὶ τὸ εὐχὴν ἐπακουσθῆναι, αὐτὸν πάλιν συνεργὸν διὰ τῆς εὐχῆς καλῶ, ἵνα πληρώσῃ μου τὴν εὐχὴν καὶ εἰσακούσῃ αὐτῆς. τοῦτο αὐτὸ παρακαλῶ ἀναστῆναί σε εἰς τὴν βοήθειάν μου οὐκ ἄνοπλον, ἀλλὰ ἐπιλαβόμενον ὅπλου. τὸ ἐμὸν σῶμα καὶ τὴν ψυχὴν δέξαι· διὰ τούτων γὰρ δυνήσῃ βοηθῆσαί μοι. πολλάκις ἰατρὸς πολὺ μέγεθος ἔχων οὐ δύναται μικρὰ θεραπεῦσαι ἢ μικροὺς ἀνθρώπους. ἐνίοτε οὖν ἕνα τῶν μαθητῶν αὐτοῦ παρασκευάζει τῶν ὑποδεεστέρων καὶ πολὺ ὑποβεβηκότων αὐτόν, ἵνα δυνηθῇ προσελθεῖν τῷδε καὶ θεραπεύσῃ αὐτόν. τὸ ἐπιλαβέσθαι οὖν ὅπλου καὶ θυρεοῦ τὸ ἄνθρωπον ἀναλαβεῖν ἐστιν, μορφὴν δέξασθαι δούλου. καὶ ἔστιν συνήθως πολλὰ γινόμενα τοιαῦτα. τοῦτο οὖν λέγει· ἐὰν ὡς θεὸς βοηθῆσαί 206 μοι̣ προθῇ, ὑπεραίρει ἡ βοήθεια. ἄνθρωπος γενόμενος βοήθησόν μοι. καὶ αὐτῷ γοῦν λέγει· "περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου". ὡραιότητα καὶ κάλλος ἔχεις· ἁμαρτίαν γὰρ οὐκ ἐποίησας οὐδὲ ἔγνως αὐτήν. "περίζωσαι" οὖν "ἐπὶ τὸν μηρόν σου τὴν ῥομφαίαν". σημαίνει πολλάκις τὸ ὄνομα τοῦ μηροῦ τὰ γενέσεως πράγματα, ὡς ἐὰν λέγῃ· "πᾶς μηρὸς μολυνθήσεται ὑγρασίᾳ", εὐφήμως καὶ εὐσχημόνως διὰ τοῦ μηροῦ τὰ γενέσεως ὑπηρετικὰ ὄργανα σημαίνει. διὰ τοῦτο καὶ ὁ Ἀβραὰμ ἐκπέμπων ἐπὶ μνηστείᾳ τῆς Ῥεβέκας τὸν παῖδα ἑαυτοῦ· "θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε"· ε᾿̣πει`̣ γὰρ ἤμελλεν παρθένον παραλαμβάνειν καὶ ἄγειν ἐκ μακροῦ τόπου εἰς μακρὸν τόπον, ἀναγκαίως ἠσφαλίσατο α̣υ᾿̣τοῦ τὴν σωφροσύνην. δυνατὸν δὲ καὶ οὕτως· ἐπεὶ ἐκ τῶν μηρῶν μου μέλλει προέρχεσθαι ὁ ὑπὲρ σωτηρίας τῶν ὅλων ἐρχόμενος, ἐκεῖ "θὲς τὴν χεῖρά σου, καὶ ἐξορκιῶ σε". καὶ πολλά γε σεμνῶς ἡ γραφὴ τοιαῦτα ὀνομάζει. περὶ τοῦ δράκοντος, τουτέστιν τοῦ διαβόλου, λέγει· "ἰδοὺ ἡ ἰσχὺς αὐτοῦ ἐπ' ὀσφύος, καὶ ἡ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός". ἐπὶ τοῦ ἀνδρὸς τὴν ὀσφῦν ὠνόμασεν, ἐπὶ δὲ τῆς γυναικὸς σεμνῶς τὸ ὄργανον ἐκεῖνο "ὀμφαλὸν γαςτρὸς" εἶπεν. ἐκ τῶν πλησιαζόντων μερῶν ἐδήλωσεν οὗ ἀπεῖπεν τὴν χρῆσιν. 3 ἔκχεον ῥομφαίαν σου καὶ σύνκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με. πλήθυνον μάχαιραν, δὸς ἡμῖν μάχαιραν τὴν κατὰ τῶν πολεμίων. ὁ ζῶν δὲ τοῦ θεοῦ λόγος ἐστὶν ἡ μάχαιρα. καὶ πάλιν τὸ ῥῆμα τοῦ πνεύματος· "καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ". τὸ ἐκχέαι δὲ τὴν δαψίλειαν ἀεὶ σημαίνει, ὡς ἐὰν λέγῃ· "ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα", τὴν δαψιλῆν δόσιν καὶ πλουσίαν χορηγίαν διὰ τῆς λέξεως σημαίνει. "ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν". καὶ ἔτι· "μύρον ἐκκενωθὲν ὄνομά σου". τὸ ἐκκενωθὲν μύρον ἔξω γίνεται τοῦ περιέχοντος ἄγγους καὶ ἐπὶ μήκιστον ἐκπέμπει τὴν πνοήν. ὅτε γοῦν ὁ σωτὴρ ἐν τῷ Ἰσραὴλ μόνῳ ἦν-"ἐν τῷ Ἰσραὴλ" γὰρ "μέγα τὸ ὄνομα αὐτοῦ"-, ὡς ἐν ἄγγει ἦν τὸ ὄνομα αὐτοῦ. ὅτε δὲ "ὡς θαυμαστὸν τὸ ὄνομα" αὐτοῦ γέγονεν "ἐν πά σῃ τῇ γῇ", καὶ πεπλήρωται ἐκεῖνο τό· "καθὼς τὸ ὄνομά σου, ὁ θεός, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς", μύρον ἐκκενωθὲν γέγονεν. ἡ λέξις οὖν αὕτη δαψιλῆ χορηγίαν σημαίνει. τοῦτο οὖν λέγει· ἕκαστον ἡμῶν ποίησον μαχαιροφόρον, ἔκχεε ῥομφαίαν· τότε γὰρ συνκλείεις ἐξ ἐναντίας τῶν διωκόντων η῾̣μᾶς· λοιπὸν γὰρ ὁπλῖται γινόμεθα, ξιφήρεις αὐτοῖς προσερχόμεθα, οὐχ ἵνα ἀναιρήσω, ἀλλ' ἵνα μηδὲν πάθω. ἐπερ · τὸ "σύνκλεισον"; -τὸ "σύνκλεισον" πολλὰ σημαίνει, μάλιστα δὲ ἡ ὡσανεὶ συναγωγὴ τοῦ συνπεράσματος ἡ κωλύουσ̣α τὴν ὁρμὴν τοῦ θέλοντος σοφίσασθαι συνκλεισμὸς γέγονεν. εἰώθασιν γοῦν καὶ οἱ διαλεγόμενοι λέγει ὅτι "συνέκλεισα αὐτόν". σημαίνει δὲ καὶ ἄλλο τι, ὡς παρὰ τῇ Παύλου φιλοσοφίᾳ κεῖται· "συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς