1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

142

ψυχῶν πειρασθῆναι. ἐπεὶ τοίνυν μονογενής μοί ἐστιν. καὶ ἄλλως δέ· "ὁ θεὸς τὸν ἄνθρωπον εὐθῆ πεποίηκεν", "κατ' εἰκόνα" ἑαυτοῦ "καὶ ὁμοίωσιν" ἔκτισεν αὐτήν. ὅταν καταμένῃ ἐν ταύτῃ τῇ καταστάσει καθ' ἣν ἐκτίσθη, οὐ γίνεται ἐκτὸς ἑαυτοῦ, ἔξω ἑαυτοῦ οὐ γίνεται. ἐπεὶ τοίνυν πρόσωπόν ἐστιν τοῦ σωτῆρος το`̣ λέγον τοῦτο, ἣν ἔσχεν ψυχὴν Ἰησοῦς, οὐδενὸς ἄλλου γέγονεν. γίνονται δὲ αἱ ψυχαὶ ἡμῶν τῶν κρατούντων· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. καὶ ἔστιν γε ἐκ τοῦ ἀληθῶς κυρίου μεταπεσεῖν εἰς ἄλλους δεσπότας καὶ ἐξ ἑτέρων εἰς ἑτέρους, ὅταν διάφωνα ἁμαρτήματα γίνηται· ὁ γὰρ μετανοήσας ἀποκαθίσταται ἀπὸ τῆς κακουργίας τῶν περιβαλόντων αὐτὴν εἰς κακίαν. ἐπεὶ τοίνυν ἡ τοῦ Ἰησοῦ ψυχὴ "πεπείρασται κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας", οὐδέποτε ἄλλου τινὸς γέγονεν ἢ τοῦ ἀναλαβόντος αὐτήν. διὰ τοῦτο μονογενῆν αὐτὴν ἑαυτοῦ λέγει. ῥητέον δὲ καὶ οὕτως "τὴν μονογενῆν μου"· πᾶσαι αἱ ψυχαὶ γίνονται τοῦ σωτῆρος· "κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν. περὶ τῆς σωτηρίας οὖν ζήτησις καὶ ἐξερεύνησις προφήτου". οἱ "σωτηρίαν" οὖν "κομιζόμενοι τέλος τῆς πίστεως" τοῦ σωτῆρός εἰσιν. μέλη γοῦν αὐτοῦ εἰσιν, οἱ πάντες σῶμα αὐτοῦ τυγχάνουσιν. μόνη δὲ αὕτη ἄλλως αὐτοῦ ἐστιν παρ' ἐκείνας· ταύτην γὰρ ὡς ὄργανον καὶ ναὸν εἵλατο ἔχειν, ἵνα δι' αὐτῆς ἀποδιδῷ τὰς ἐνεργείας, δι' αὐτῆς τὴν σωτηρίαν. οὕτω γοῦν καὶ ἐν τῷ ᾅδῃ γεναμένη οὐ κεκράτηται ἐκεῖ· μονογενὴς γὰρ ἦν αὐτοῦ. σημαίνει δὲ πολλάκις τὸ "3μονογενὲς"3 τὸ "3μόνον"3. Ἀέτιος οὖν ὁ Ἀρειανός, ὁ πατὴρ Εὐνομίου, ὁ βαραθρώσας αὐτόν, ἔλεγεν· "3ὡς μέγα"3, λέγει, "3εἰσὶν χαριζόμενοι τῷ Χριστῷ ὅτι μονογενὴς τοῦ θεοῦ ἐστιν"3. λέγει· "3καὶ ἄλλοι μονογενεῖς εἰσιν, ὁ κόσμος μονογενής ἐστιν, ὁ ἥλιος, ἡ γῆ"3. λέγω αὐτῷ· οὐ ταὐτόν ἐστιν μονογενὲς λεχθῆναι καὶ μονογενὲς γέννημα καὶ μονογενὲς τέκνον. μόνος οὖν Ἰησοῦς "3μονογενὴς υἱός"3 εἴρηται· εἴρηται γάρ· "ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός". τὸ δὲ "3παρὰ πατρὸς μονογενὲς"3 τέκνον μονογενές ἐστιν. καὶ διαπαντὸς οὕτως· "οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον αὐτοῦ ὡς τὸν υἱὸν αὐτοῦ μονογενῆ". οὐδέποτε αὐτὸν ἁπλῶς εἶπεν μ̣ονογενῆ, ἀλλὰ "3μονογενῆ υἱόν"3. καὶ πάλιν· "ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ". ἐάν τι οὖν μόνον ᾖν κτίσμα, ὡς λέγεις, μονογενές, ἀλλ' οὐδὲ ἔργον μονογενές-καὶ ἄλλα γάρ ἐστιν ἔργα θεοῦ-, οὐ κτίσμα μονογενές. ὅταν οὖν ὁ ἅγιος λέγῃ ὅτι· "ἐπίβλεψον ε᾿̣π̣' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ", τοῦτο λέγει ὅτι "3μόνος εἰμί"3. καὶ ὁ Ἠλίας λέγων ὅτι· "κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου λαβεῖν ἀπ' ἐμοῦ", ῥηθείη ἂν μονογενής, οὐχ υἱὸς δὲ ἢ τέκνον. καὶ ὧδε οὖν λέγει· "τὴν μονογενῆν μου ἀπὸ λεόντων", τῶν ὠμοθύμων, τῶν ἐξηγριωμένων κατ' ἐμοῦ. ῥῦσαι καὶ λύτρωσαι τὴν ψυχήν μου μονογενῆ μοι οὖσαν· μόνη γὰρ αὕτη οὐκ ἔγνω ἁμαρτίαν, μόνη αὕτη "πεπείρασται κατὰ πάντα χωρὶς ἁμαρτίας". ἐπερ · πῶς ἀπεκατέστη; -οὐ γέγονεν ἐν ἁμαρτίαις, ἀλλ' ὅσον ἐπὶ τῇ ὠμότητι τῶν ἐπικειμένων εὐλαβήθη μὴ πάθῃ τοῦτο. νῦν ἐκ προσώπου τοῦ ἁγίου ἀνθρώπου λέγομεν. καὶ τὰ παραδείγματα φανερά ἐστιν τ̣ό τε τῆς Σωσάννης καὶ τοῦ Ἰωσήφ. καὶ ὁ διάβολος αὐτὸς μηχανὰς ἔχει, νοήματα σοφιστικά, ἃ μόνος καὶ πᾶς ὁ σπουδαῖος δύναται εἰδέναι. Παῦλος γοῦν λέγει· "οὐκ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν". νοήματα αὐτοῦ τὰς μεθοδείας, αὐτὰς τὰς πανουργίας, τὰ νοήματα τὰ σοφιστικά, δι' ὧν καταστρατηγῆσαι ἡμῶν θέλει. "ἀποκατάστησον" οὖν ἡμᾶς· αὐτὸ ὅλως γὰρ τὸ δειλωθῆναι προπάθεια ἦν. θέλει δὲ καὶ τῆς προπαθείας ἔξω γενέσθαι· οὐ γὰρ εἶπεν "3ἀπὸ τῆς ἐμῆς κακουργίας"3. ἐπερ · εἰς τὸ ἀδεές; -οὐ νῦν δεδιττόμενος εἶπεν· "3εἰς τὸ ἀδεές με ἀποκατάστησον"3, εἰς τὸ μηκέτι μηδὲ προπάθειαν ἔ222 χειν. αἴσθησιν ἔχω, ὅτι τετάραγμαι. "ἀποκατάστησον" οὖν "τὴν ψυχήν μου". "ἵνα τί περίλυπος εἶ, ἡ ψυχή