1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

147

ἀνθρώπων ἀσθενὴς γενήσῃ"; ἔλεγεν αὐτῇ οὐ τὸ ἀληθές. εἶτα ἐκείνη νομίσασα ὅτι ἠλήθευεν, ἐδέσμει αὐτὸν καὶ τὰ ἄλλα ἐποίει καὶ ὥσπερ ἐπικερτομοῦσα ἔλεγεν· "ἀλλόφυλοι ἐπὶ σέ, Σαμψώ". ἴδε, ἐπλάτυνεν ἐπ' αὐτὸν τὸ στόμα. πάλαι μὲν παρεκάλει, ἐστωμυλεύετο. ὅτε δὲ ἔδοξεν εἰληφέναι αὐτὸν ἐντὸς ἀρκύων, ἐπικερτομοῦσα ἔλεγεν· "ἀλλόφυλοι ἐπὶ σέ, Σανψώ". καὶ ὅρα, ὅτι ἡ πάλαι εἰρηνικὰ λαλοῦσα καὶ ἐπὶ ὀργῇ δόλους λογιζομένη ὅτε ἔδοξεν ἐνκρατὴς γενέσθαι, ἐπλάτυνεν τὸ στόμα μεγαλορημονοῦσα λοιπόν. 21 εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν. εἰώθασιν οἱ δοκο̣ῦντες ἐσχηκέναι ὑποχείριον ὃν ἐβούλοντο, οὕτω λαλεῖν· "3εὖγε εὖγε, ὃ ἐβουλόμεθα, ου εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν· οὐκέτι σ̣ε τοιοῦτον ὁρῶμεν, οἷος ὑπελάμβανες εἶναι, ἀλλ' ὡς ἡμεῖς ἠθέλαμεν. εὑρήκαμέν σε εὐάλωτον"3. 22 εἶδες, κύριε, μὴ παρασιωπήσῃς. τὸ "3μὴ παρασιωπήσῃς"3 τὸ "3μηκέτι μακροθυμήσῃς"3· ἐκ πολλῶν γὰρ λέξεων τοῦτο ἐδείξαμεν· "ἐσιώπησα ἀπ' αἰῶνος, μὴ καὶ ἀεὶ σιωπήσομαι"; ἐμακροθύμησα, οὐκ ἐπεξῆλθον τοῖς κακοῖς πραττομένοις. μὴ καὶ ἀεὶ τοῦτ' ἔσται. ἀγαθότης πάλιν γνωρίζεται τοῦ ἀπειλοῦντος τῷ ἤδη κολαστέῳ, ἵνα διὰ τῆς ἀπειλῆς διεγείρῃ καὶ εἰς μετάνοιαν αὐτὸν ἀγάγῃ. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει· "τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τοὺς λόγους μου διὰ χειλέων σου; σὺ δὲ ἐμίσησας παιδείαν". εἶτα ἐπὶ τέλει· "ταῦτα ἐποίησας, καὶ ἐσίγησα"-οὐκ ἐπεξῆλθον- "ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος"· ἀλλ' οὐκ ἀεὶ ἡ μακροθυμία μένει· "ἐλέγξω" γάρ "σε καὶ παραστήσω κατὰ πρόσωπον" τὰς ἁμαρτίας σου. καὶ αἱ ἀπειλαὶ οὖν τοῦ θεοῦ κατὰ ἀγαθότητα πολλὴν γίνονται. συνεισάγεται τῷ ὀνόματι τοῦ "3δικαίου"3 τὸ "3κριτής"3. 22 κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. μὴ τοιαῦτά μοι πραχθείη, ὥστε σὲ ἐμοῦ ἀποστῆναι, σὲ τὸν βοηθόν, τὸν σκεπαστήν. ἀφίσταται δὲ θεὸς ἀπὸ τῶν φαύλων, ὥσπερ συνενγίζει τοῖς πλησιάζουσιν. ὁ μέγας οὖν ἀπόστολος Ἰάκωβος γράφει· "ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν". ὡς εἰ ἔλεγες καὶ πρὸς φαῦλον· "3ἔνγισον τῇ ἀρετῇ, καὶ ἐγγίζει σοί"3. παράστασιν οὖν θεοῦ οὐ τόπῳ λαμβάνομεν, ἀλλὰ σχέσει καὶ διαθέσει. 23 ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου. τεθαρρηκότος ἡ φωνή. οὐδεὶς ἐνκαλούμενος περὶ μοιχείας ἢ φόνου ἤ τινος ἄλλου λέγει τῷ θεῷ· "ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει μου"· οἶδας γάρ, ὅτι ἡ προσοχὴ τῆς κρίσεως καταδικάσει αὐτόν. παρρησιαζομένου οὖν ἐστιν ἐπὶ καθαρότητι καὶ ἐπὶ τῷ ἀνεγκλήτῳ η῾̣ φ̣ωνή "πρόσχες τῇ κρίσει μου", ἐξέτασον τὸ κατ' ἐμὲ καὶ τὰ κατ' ἐκείνους, καὶ ὅτι ἐπὶ σοῦ λέγουσίν μοι μάτην, ὅτι δωρεὰν ἐχθραίνουσίν μοι. πολλάκις τὸ "3ἐξεγείρου"3 διέγερσιν σημαίνει. πολλάκις γοῦν λέγομεν· "3ἐξέγειρον τοῦτον εἰς τὸ προσέχειν ἑαυτῷ"3, καὶ οὐ δήπου σχῆμα σωματικὸν σημαίνει. ἐὰν δὲ καὶ ὡς ἀπὸ ὕπνου θέλῃς, εἴρηται· "ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε"; ὑπνοῖ θεὸς μὴ θέλων παραυτὰ ἐπεξελθεῖν. οὐκ ἀποκακῶν οὖν λέγει τοῦτο, ἀλλὰ τὴν αἰτίαν μαθεῖν θέλων, ἐπεὶ οὐδὲν ὡς ἔτυχεν ἡ σοφία σου ποιεῖ. κἂν μακροθυμῇς, κἂν ὑπερτιθῇ τὴν τιμωρίαν, κἂν μὴ καταβάλλῃς τοὺς ἐπιτιθεμένους μοι ἀδίκως, εἰπέ μοι τὴν αἰτίαν· οὕτω γάρ τις γνοὺς τὴν αἰτίαν σοφὸς ἔτι μᾶλλον μακροθυμήσῃ, ἔτι μᾶλλον ἐνέγκῃ. 23 ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου. σὺ καὶ θεός μου καὶ κύριός μου, ἐξεγέρθητί μου εἰς τὴν δίκην, δίκασόν με. οὐκ ἐπεύχεται κακὰ παθεῖν τοὺς ἐχθροὺς ἑαυτοῦ· εὐχὴ γὰρ τῷ ἁγίῳ ἐστὶν ἀγαπῶντι τοὺς ἐχθροὺς τὸ μηκέτι ἐχθροὺς ἐκείνους εἶναι, τὸ μηκέτι τοιούτους εἶναι. δοκεῖ δέ πως τοῦ229 το τιμωρίαν σημαίνειν. τιμωρία δέ ἐστιν τῷ φιληδόνῳ τὸ ἐκτὸς τῶν ἡδονῶν γενέσθαι, τῷ ἀκολάστῳ τὸ μακρὰν ἀκολασίας γεινέσθαι. ἀπολέσθαι αὐτοὺς θέλει ᾗ τοιοῦτοί εἰσιν. καὶ τοῦτο δὲ οὐ παντός ἐστιν εἰπεῖν· "ὁ θεὸς" οὖν "καὶ ὁ κύριός μου"· ἐκεῖνος γὰρ κύριον ἀληθῶς λέγει τὸν σωτῆρα ὁ ποιῶν ἃ λέγει αὐτῷ· λέγει γάρ· "τί με λέγετε· κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω"; καὶ πάλιν· "θεὸν ὁμολογοῦσιν εἰδέναι,