1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

160

φῶς ὄντα ἀληθινόν, ὁρᾷ σὲ φῶς ὑπάρχοντα, ἐν τῷ σῷ φωτὶ ὀψόμεθα σὲ φῶς ὄντα· "ὁ" γὰρ "ἑωρακὼς τὸν υἱὸν ἑώρακεν τὸν πατέρα". καὶ "εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ἐστὶν" δεικνύουσα τὸν οὗ ἐστιν εἰκών, καὶ "χαρακτήρ ἐστιν τῆς θεοῦ ὑποστάσεως" φανερῶν τὴν ὑπόστασιν τοῦ θεοῦ. "ἐν τῷ" οὖν "φωτί σου ὀψόμεθα φῶς". εἰ δὲ καὶ πρὸς τὸν υἱὸν λέγοιτο τοῦτο, ἐν τῇ φωτεινῇ σου παιδεύσει καὶ διδασκαλίᾳ ὀψόμεθα σὲ ὄντα φῶς. οὗ λέγει· "παράτεινον, ὁ θεός, τὸ ἔλεός σου τοῖς γιγνώςκουσίν σε", γνῶσιν̣ ἐκείνην λέγει, περὶ ἧς λέγεται· "αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γιγνώσκουσίν σε τὸν μόνον ἀληθινὸν θεόν". οὗτοι οἱ γνῶσιν ἔχοντες ἀγαπῶνται ὑπὸ τοῦ θεοῦ. "ποιεῖ" δὲ ὁ θεὸς "ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν" αὐτόν. τὸ "εἰς χιλιάδας" οὕτω λαμβάνομεν· ὁ ἀριθμὸς ἔχει οὗτος συνγένειαν πρὸς τὴν μονάδα. οἱ πλησιάζοντες οὖν τῷ θεῷ τῷ ἑνὶ ἀκολούθως καὶ ἓν πνεῦμα πρὸς αὐτὸν γινόμενοι, ἀκολούθως χιλιάδες καὶ μυριάδες γίνονται. ἀλλὰ τοῦτο λέγεται κατὰ τοῦτο· "τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων"· οὐδὲ γὰρ οὕτως λαμβάνομεν χιλιάδα, τὴν δεκάκις ἑκατόν, ἀλλὰ διὰ τὴν οἰκειότητα τὴν πρὸς τὴν μονάδα. καὶ γίνεται ἔλεος εἰς αὐτούς. εἰ οὖν παρατείνει εἰς χιλιάδα ἡ τοῦ θεοῦ ἐλεημοσύνη, ὡς λέγεσθαι· "ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ", εἰκότως λέγει ἐνταῦθα· "παράτεινον τὸ ἔλεός σου τοῖς γιγνώσκουσίν σε". ἄλλως ἐλεᾷ τοὺς προσερχομένους μετανοίας τρόπῳ, τοὺς ἄφεσιν ἁμαρτιῶν αἰτοῦντας. ἐλεᾷ τοὺς γιγνώσκοντας αὐτὸν ὥστε βεβαιωθῆναι καὶ εἰς τὸ τέλος τὸ ὑπὲρ πάντα ἀνελθεῖν. 11 καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. εὐθεῖς δὲ καρδίᾳ καὶ καθαροὶ καρδίᾳ οἱ αὐτοί. ἐστὶν ἀγαθὸν οὖν τῶν καθαρῶν τῇ καρδίᾳν τὸ βλέπειν τὸν θεόν· "μακάριοι" γὰρ "οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται". 12 μὴ ἐλθάτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσῃ με. μὴ ἐπιβῇ τῇ διανοίᾳ μου "ὑπερηφανίας πούς", τουτέστιν, μὴ πορεία τῆς ὑπερηφανίας ἐν ἐμοὶ γένηται· λέγονται γὰρ πολλάκις μέλη καὶ τῶν ο῾̣δῶν τῶν βελτίστων καὶ τῶν χειρίστων. ἐν παροιμίαις γοῦν λέγεται· "τῆς δὲ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην". ὅσοι κατὰ ἀφροσύνην πορεύονται τοῖς ποσὶν τῆς ἀφροσύνης χ̣ρ̣ώμενοι, εἰς τὸν ᾅδην καταβιβάζονται. ὥσπερ οὖν εἰσιν ἀφροσύνης πόδες, οὕτω καὶ ὑπερηφανίας. "μὴ ἐλθάτω" οὖν "μοι ποὺς ὑπερηφανίας", μὴ πορεία τῆς ὑπερηφανίας ἐν τῇ ψυχῇ μου καὶ τῇ διανοίᾳ. "μηδὲ χεὶρ ἁμαρτωλῶν σαλεύσῃ με". χεὶρ δὲ ἡ πρᾶξις πολλάκις εἴρηται, ὡς ἐὰν λέγῃ· "ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου", αἱ αἰσχραὶ ἐπιθυμία̣ι̣, αἱ ἀκόλαστοι ἡδοναί. 13 ἐκεῖ ἔπεσαν οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. ἔνθα ὁ ποὺς τῆς ὑπερηφανίας κ̣αὶ ἡ χεὶρ τοῦ ἁμαρτωλοῦ, "ἔπεσαν οἱ τὴν ἀνομίαν ἐργαζόμενοι". οὐ φύσις αὐτοὺς εἰς τὸ πτῶμα ἤγαγεν, ἀλλ' ἐνέργεια καὶ ἐργασία ἀνομίας. 13 ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι. ἐπεὶ γὰρ αὐτοὶ ἑαυτοὺς κατεβίβασαν εἰς τὸν πόδα τῆς ὑπερηφανίας, καὶ τῇ χειρὶ τοῦ ἁμαρτωλοῦ παραδίδονται, ἣν εἵλαντο ἔχειν, καὶ ἡ παράδοσις αὕτη ἔξωσις αὐτῶν λέγεται. καὶ εὐεργετῶν ὁ θεὸς ἐξωθεῖ αὐτούς, ἵνα μὴ δυνηθῶσιν στῆναι ἐν τῷ κακῷ. οὐ φύσεως οὖν ἤ τινος βίας ἔξωθεν καταβαλλούσης αὐτόν, ἀλλ' ἡ ἐργασία αὐτοῦ οὖσα ἀνομία καὶ κακία. ἐξωθεῖ οὖν αὐτόν, ἵνα̣ μὴ παραμένῃ, ἵνα μὴ ἀκινήτως ἔχῃ στάσιν ἐν αὐτῇ. καὶ μειζόνως μὲν σαφηνίζειν δεῖ τὰς γραφάς. ποιεῖ δὲ τοῦτο ὁ ἀληθῶς θεόσοφος. ὅμως, εἰ μὴ οὕτως σαφηνίζοιντο, ἀλλ' ὑποδεεστέρως, οὐδὲ αὐτῶν τ̣ὸ μέγεθος δείκνυται οὐδὲ τοῦ δεδωκότος. Ἰουδαῖοι γοῦν κατὰ τὸ πρόχειρον καὶ τὸ ἀνθρώπινον ἐκλαμβάνοντες αὐτὰς λέγονται "μὴ νοεῖν μηδὲ ἃ λέγουσιν μηδὲ περὶ ὧν διαβεβαιοῦνται". 245 9 ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται. ---------------- ----------- ----------------------------- καταστραφῆναι, ἀλλ' ὀλεθρεύονται ᾗ πονηροί εἰσιν, ἵνα μηκέτι ὦσιν̣ τοιοῦτοι. σημαίνει δὲ καὶ τὴν κόλασιν. ἡ κόλασις δὲ