1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

166

με". ἰδοὺ τὴν κράτησιν 255 28 καὶ σπέρμα ἀσεβῶν ἐξολεθρευθήσεται. ------------- -------------- ----------------------------- ἐστὶν ἡ ἀσέβεια. εἰς θεὸν δέ ἐστιν γινομένη. τὸ "σπέρμα" ἀντὶ τοῦ "τὰ γεννήματα τῶν ἀσεβῶν". δύναται δὲ καὶ τὸ "σπέρμα" οἷον ἡ διάθεσις τῶν ἀσεβῶν. ἐξολεθρεύεται δὲ συμφερόντως. ἵνα μη´̣ τινα προεν̣έγκῃ ἔτι μένοντα, σπέρμα ἐξολεθρεύεται. 29 δίκαιοι κληρονομήσουσιν γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ' αὐτῆς. ἐπὶ τῆς γ̣ῆς τῆς εἰρημένης. 30-31 στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλεῖ κρίσιν· ὁ νόμος αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. λαλεῖ σοφίαν τὸ στόμα τοῦ δικαίου. ὅταν πεφωτισμένος ᾖ ὁ σοφός̣, φωτεινοὺς προφέρει λόγους· εἴρηται γάρ· "σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ". ὁ ταύτην λαλῶν τὴν σοφίαν πεφωτισμ̣ένον ἔχει τὸ πρόσωπον τοῦ νοῦ· "διήγησις" γὰρ "εὐσεβοῦς διὰ παντὸς σοφία". καὶ πάλιν ὁ λέγων ὁ πειθόμενος τῷ λέγοντι ὅτι· "ἄνοιξον στόμα σου λόγῳ θεοῦ", λέγων· "τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα", σοφίαν λαλεῖ. "στόμα" οὖν "δικαίου μελετήσει σοφίαν". ἀεὶ τὰ σοφὰ μελετᾷ, οὐ μ̣όνον τὰ θεωρήματα τῆς εὐσεβείας, ἀλλὰ καὶ τὰ τῆς πράξεως σοφά. "ἡ γλῶσσα αὐτοῦ λαλει῀̣ κρίσιν". κεκριμένως πάντα φθέγγε̣τ̣ται, "ἀργὸν ῥῆμα" οὐ προφέρεται· οἶδεν γάρ, ὅτι "ἐκ τῶν λόγων ἑαυτοῦ δικαιοῦταί τις, καὶ ἐκ τῶν λόγ̣ων αὐτοῦ καταδικάζεται". διὰ τοῦτο κεκριμένως φθέγγεται. καὶ ὥσπερ οἱ λογισμοὶ τοῦ δικαίου κρίματά εἰσιν- "λογισμοὶ" γὰρ "δικαίων κρίματα"· οὐκ ἔχουσιν ἁπλῶς λογισμοὺς ῥεριμμένους, ἀλλὰ κεκριμένους καὶ ἐξητασμένους καὶ κεκ̣ανονισμένους-. ἀπὸ τῶν τοιούτων κριμάτων καὶ λόγος κε κριμένος προφέρεται. καὶ διὰ τοῦτο "ἡ γλῶσσα τοῦ δικαίου λαλεῖ κρίσιν". εἰ γὰρ ἃ λογίζεται, ταῦτα λαλεῖ, λογίζεται δὲ κεκριμένους καὶ ἐξητασμένους λογισμούς, καὶ ὁ λόγος αὐτοῦ τοιοῦτός ἐστιν. καὶ λοιπὸν τὴν αἰτίαν ἀποδίδωσιν· "ὁ νόμος αὐτοῦ" οὐκ ἐν τοῖς ὠσίν ἐστιν μόνοις, ἀλλ' "ἐν τῇ καρδίᾳ αὐτοῦ". "δίδωσιν" γὰρ "ὁ θεὸς νόμους αὐτοῦ εἰς καρδίαν καὶ ἐπὶ τὴν διάνοιαν ἐπιγράφει αὐτούς". οὗ οὖν πεπλήρωται ἡ καρδία αὐτοῦ τοῦ θεοῦ νόμου, διὰ τοῦτο καὶ σοφίαν μελετᾷ καὶ κρίσιν λαλεῖ. τούτου δὲ ὑπαρχθέντος καὶ κατορθωθέντος "οὐχ ὑποσκελίζεται τὰ διαβήματα αὐτοῦ". κατ' εὐθὺ βαίνει, οὐ προσκόπτει, ἵν' οὕτως εἴπω, ὑποπτέρους ἔχει πόδας. ὁ δὲ ὑποπτέρους ἔχων πόδας οὐκ ὀλισθαίνει, οὐ διαπταίει. ὑποδέδεται γοῦν ὁ σοφὸς "τὴν ἑτοιμασίαν τοῦ εὐαγγελίου τῆς εἰρήνης". "ἡ ἑτοιμασία τοῦ εὐαγγελίου" ὑπ̣οδήματα γίνεται τῶν ποδῶν τοῦ δικαίου· ταύτα γὰρ τὰ ὑποδήματα ὑπόπτερά εἰσιν ἄνω φέροντα. λέγει γοῦν καὶ ὁ θεὸς̣ τῇ ψυχῇ· "ὑπέδησά σε ὑάκινθον". οὐκ ἄλλῳ τοῦτο τὸ ὑπόδημα περιθεῖναι ἐπέτρεψεν, ἀλλ' αὐτὸς αὐτὸ ὑπέδησεν. φιλεῖ δὲ ὁ ὑάκινθος μιμεῖσθαι τοῦ αἰθέρος τὸ χρῶμα. αἰθέριον οὖν ὑπόδημα ὑπέδησά σε. 32 κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν. κατανοεῖ οὐχ ἵνα μιμήσηται αὐτόν. Παῦλος γράφει τοῖς ἐν Χριστῷ ἀνθρώποις· "κατανοοῦντες αὐτοὺς εἰς παροξυνμὸν ἀγάπης καὶ καλῶν ἔργων" καὶ τἆλλα. κατανοοῦσιν, ἵνα μιμήσωνται αὐτούς· "πείθεσθε" γὰρ "τοῖς ἡγουμένοις ὑμῶν", "οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν". ὧδε τὸ κατανοεῖν ἐπαινετόν ἐστιν. ὁ δὲ ἁμ̣αρτωλὸς κατανοεῖ τὸν δίκαιον, οὐχ ἵνα μιμήσηται, οὐχ ἵνα ἀποδέξηται, ἀλλ' ἵνα θανατώσῃ. ἀμφοτέρως δὲ θανατοῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον· ἐὰν ἀποστήσῃ αὐτὸν ἀπὸ τῆς δικαιοσύνης, θανατοῖ αὐτόν, ἢ θανατοῖ αὐτὸν ἐπιβουλευτικῶς ἐπιφέρων κατ' αὐτοῦ θάνατον, ὡς διενόησαν ποιεῖν κατὰ Σωσάννης οἱ πρεσβύτεροι. 33 καὶ οὐ μὴ ἐνκαταλείψει αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ οὐδὲ μὴ καταδικάσει αὐτόν, ὅταν κρίνηται αὐτῷ. κἂν ἐπιθῆται, οὐκ ἐνκαταλείψει αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ. ἐλέγομεν δὲ διαφορὰν τῆς λέξεως τῆς ἐνκαταλείψεως. εἰ καὶ ἀνῃρέθη ὁ Ναβουθὲμ