1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

192

οὖν κάτοικος, οὐκ ἂν εἶπον· "μὴ παρασιωπήσῃς". 13 καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. ὁ πάροικος καὶ παρεπίδημος αὐτός ἐστιν. Παῦλος γοῦν ἐν τῇ κατ' Ἑβραίους ἐπιστολῇ κατάλογον ποιησάμενος πάντων τῶν διὰ πίστεως εὐαρεστησάντων εἶπεν αὐτοὺς παροίκους καὶ παρεπιδήμους. οὐδεὶς ἐκείνων κάτοικος, οὐδεὶς ἔνδημός ἐστιν, ἀλλὰ παρεπίδημος. ἄλλοθεν ἐλήλυθεν εἰς τὸν τόπον τοῦτον, οὐχ ὧδε γεγέννηται. οἱ κατὰ ἀρετὴν πατέρες οὖν πάντες πάροικοι ἦσαν ἐν τῇ γῇ καὶ παρεπίδημοι, ὡς οἱ πατριάρχαι κ̣αὶ ἄλλοι γεννήσαντες κατὰ θείαν παίδευσιν, οἷον προφῆται, διδάσκαλοι, νομοθέται. 14 ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. ἀνάψυξιν ὧδε ἐπαινετὴν λέγει τὴν ἰσοδυναμοῦσαν τῇ· "κατατρύφησον τοῦ κυρίου". "εὗρον ἀναψυχὴν ἐμαυτῷ", λέγει ὁ Ἐφρέμ. ἐκείνη δὲ ψεκτή ἐστιν ἡ ἀναψυχή. ἀναψύχει οὖν τις ἐπαινετῶς, ὅταν τῆς ἀρετῆς ἀπολαύῃ, ὅταν "κατατρυφήσῃ τοῦ κυρίου", ὅταν ἔνφασιν καὶ ἔννοιαν λάβῃ τοῦ "παραδείσου τῆς τρυφῆς". ἐπεὶ τοίνυν λείπει μοι πολλά-διὰ τοῦτο γὰρ δέησιν ἀναπέμπω, ἵνα τῶν λειπόντων π̣ληρωθῶ· τοῦτο γὰρ καὶ ἐν ἀρχῇ τοῦ ψαλμοῦ εἶπεν· "γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ". ὅταν γνῷ τὰ ὑστεροῦντα καὶ ταῦτα κτήσηται, ταῦτα γεωργήσ̣ιμα σχῇ, ἀναψύχει. τοῦτο οὖν λέγει ὅτι· ἄνες μοι μένειν ἐν τῇ ζωῇ ταύτῃ, ἵνα παιδευθεὶς ἀναψύξω, πρ̣ὶν̣ ἀπέλθω̣ ἐκ τοῦ βίου τούτου καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. οὐ τοῦτο λέγει ὅτι· "οὐχ ὑπ281 άρξω", ἀλλὰ τοιοῦτος, οἷος βούλομαι εἶναι· οὐ γὰρ εἰς ἀνυπαρξίαν χωρεῖ ἡ ψυχή, ἀλλὰ ἄκουε· καταλλήλως τοῖς λέγουσιν ἐκλαμβάνειν δεῖ τοὺς λόγους. ἐὰν ὁ δίκαιος λέγῃ καὶ ὁ σοφὸς κατὰ θεόν· "πάντα σπουδάζω ἵνα πλουτήσω", μὴ περὶ τὸν αἰσθητὸν πλοῦτον ἐκλάμβανε τὸ λεγόμενον. ἐὰν δὲ ἄλλος ᾖ τις ἢ πραγματευτὴς ἢ ἰατρὸς . καὶ οὗτος οὖν ὁ ἅγιος σοφός ἐστιν. λέγει γοῦν "οὐκ ἄλλον ἔχειν ὑπομονὴν ἢ τὸν κύριον καὶ τὴν ὑπόστασιν παρ' αὐτοῦ". οὗτος οὖν ὁ σοφὸς κἂν τοῦτο λ̣έγῃ ὅτι· ἄνες με ζῆν ἠλπικότα ἐν ταύτῃ μόνῃ τῇ ζωῇ, ἵνα ἀναψύξω φαγὼν καὶ πιὼν κατὰ τό· "φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν", ἀλλὰ κατάλληλον τῷ προσώπῳ καὶ τὴν ἀναψυχὴν δεῖ λαβεῖν καὶ τὸ "ἄνες μοι" καὶ τὸ "μηκέτι ὑπάρχειν". ἀθάνατός ἐστιν ὁ λέγων. ἐὰν οὖν λέγῃ· "οὐκέτι ὑπάρξω", οὐ τοῦτο λέγει ὅτι· "εἰς τὴν παντελῆ φθορὰν χωρῶ, εἰς ἀνυπαρξίαν καταστρέφω", ἀλλά· "οὐκέτι ὑπάρχω οὕτως ὡς εὔχομαι ὑπαρχθῆνα̣ι̣". "πρὸ τοῦ με" οὖν "ἀπελθεῖν" οὕτως, ἀπελθεῖν τοῦ βίου, "καὶ οὐκέτι ὑπάρξω" ὡς ηὐξάμην γενέσθαι. ἐὰν λέγῃ ἁμαρτωλὸς ὅτι· "νουθέτησόν με, παίδευσόν με, ἵνα μηκέτι ὑπάρξω"-μὴ γὰρ ἵνα εἰς τὴν παντελῆ φθορὰν χωρήσῃ.

1-2 εἰς τὸ τέλος· τῷ ∆αυὶδ ψαλμός. ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ

προσέσχεν μοι. ὁ προ̣κ̣είμενος ψαλμὸς ῥηθείη ἂν καὶ ὑπὸ παντὸς ἁγίου τοῦ καρτερῶς καὶ μεγαλοψύχως διαγαγόντος τὸν βίον καὶ ὑπὸ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ· λέξεις γὰρ ἀπ' αὐτοῦ ὁ ἀπόστολος λαβὼν ἐν τῇ πρὸς Ἑβραίους περὶ Χριστοῦ αὐτὰς ἐξε̣ίληφεν εἰρημένας. αὐτὸ τοῦτο ὅλως· "θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας", ἕως· "ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ". ἐστὶν δὲ μονοπρόσωπος ὁ ψαλμός. τὸ αὐτὸ πρόσωπον τὸ ἀρξάμενον μέχρι τοῦ τέλους τοῦ ψαλμοῦ ἀπαγγέλλει καὶ ψάλλει. λέγει οὖν εὐχαριστικῶς πρὸς τὸν θεόν· "ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ εἰσήκουσεν τῆς δεήσεώς μου". τὸ "ὑπομένων ὑπέμεινα" τοιαύτην ἔχει διάνοιαν, ὡς εἴ τις λέγοι· "ἰατρικῶς ἰάτρευσα, γραμματικῶς ἔγραψα". εἰσὶν ὑπομένοντες οὐχ ὑπομενητικῶς, ἀλλὰ ἢ ὑπὸ πολλῆς ἀναισθησίας ἢ ἐνίοτε διὰ φιλοδοξίαν. λέγει γοῦν ὁ ἀπόστολος· "οὐ μὴ παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι". ἕνεκα ἐπαίνου ἐπιπροεὶς ιν τὸ σῶμα καὶ τὴν ψυχὴν οὐχ "ὑπομένων ὑπέμεινεν"· ἀεὶ γὰρ