1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

202

δικαιοσύνης γέγονεν ποιητικός. τὸ τῆς συνέσεως ὄνομα ἐπ̣ὶ τοῦ εὖ ποιεῖν τοὺς ἀδελφοὺς δεομένους λαμβάνεται· καὶ γὰρ ὁ ἀπόστολος περὶ προςφορᾶς λέγει· "νόει ἃ λέγω· δώῃ γάρ σοι ὁ θεὸς σύνεσιν ἐν πᾶσιν". 291 ἔστιν δὲ σύνεσις ἐπιστήμης συνβλητῶν καὶ μὴ συνβλητῶν. συνβλητά εἰσιν τὰ ὁμοιούμενα, τὰ ἰσαζόμενα, ὅταν ἄλλο ἄλλῳ συναγάγωμεν καὶ εὑρίσκωμεν αὐτὸ ἢ καθ' ὁμοιότητα ἢ κατ' ἰσότητα τὴν ταὐτότητα ἔχειν. ὁ οὖν σύνεσιν ἔχων ἐπίσταται, ποῖα ποίοις συνάπτεται καὶ ποῖα ποίοις οὐχί. 3 κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ. περὶ ἀμφοτέρων δύναται λέγεσθαι· κύριος φυλάξει τὸν πτωχὸν καὶ πένητα. διὰ τοῦτο καὶ τὸν συνίοντα εἰς ταὐτὸν αὐτῷ ἤγαγεν. πού ποτε ἐλέχθη ὅτι̣· ὅταν ἴδῃς, φέρε, κάμνοντα καὶ ἄφνω ἐληλυθότα διὰ ἄλλην πρόφασιν ἐκεῖ ἰατρόν, σκόπει ὅτι ὁ θεῖος τῆς προνοίας λ̣όγος ἠγίοχεν τὸν ἰατρόν, οἰκτίρμονα ἰατρόν, ἵνα συνπαθήσας τῷ κάμνοντι βοηθήσῃ αὐτῷ ἰατρικῶς. ἠ´̣τ̣οι δὲ τὸν πτωχὸν καὶ πένητα μακαρίζει καὶ ζῆν αὐτὸν ποιεῖ ἐν τῇ γῇ ἢ τὸν συνιέντα καὶ σύνεσιν λαβόντα ἐπὶ πτωχὸν κ̣α̣ι`̣ καὶ πένητα. περὶ τοῦ σωτῆρος ἐὰν λέγῃς, διαφυλάττει αὐτὸν καὶ ζῆν αὐτῷ παρέχει· εἰ γὰρ καὶ "ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ". κατὰ κοινοῦ τὸ "ἐν τῇ γῇ" λάβε. 3 καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. οὐ παραδίδωσιν τὸν τοιοῦτον "εἰς χεῖρας ἐχθρῶν αὐτοῦ". πολλοὺς ἔχει ὁ τοιοῦτος ἐχθ̣ρούς, πολλοὺς ἐφεδρεύοντας ἔχει· ἐπεὶ γὰρ μ̣α̣κάριος ἀνήρ ἐστιν καὶ σύνεσιν ἔχει ἐπὶ πτωχὸν καὶ πένητα κατὰ πάσας τὰς ἀποδοθείσας σαφηνείας, καὶ πολλοὺς ἔχει τοὺς ἐφεδρεύοντας· ῥύσεται γὰρ αὐτὸν ὁ θεὸς ἐκ τῶν χειρῶν αὐτῶν. οὐ ῥύεται δὲ ἐκ τῆς χειρὸς τῶν διωκ̣όντων ὁ ἐπιδιδόμενος αὐτοῖς. 4 κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ. ὧδε περὶ τοῦ πτωχοῦ λέγει· κἂν ἐπὶ κλίνης γένηται νοσῶν καὶ ὀδυνηρὸν ᾖν αὐτῷ τὸ τοιοῦτον, βοηθεῖ αὐτῷ ὁ θεός. ἔχε τὰ περὶ τῶν παραλυτικῶν ἐν τοῖς εὐαγγελίοις εἰρημένα· ἐν κλίνῃ ὀδύνης ἔμεινεν ὁ τριάκοντα καὶ ὀκτὼ ἐνιαυτοὺς βεβλη̣μένος κλινήρης ὥστε μηδὲ σαλευθῆναι δύνασθαι μηδὲ διαναστῆναι. καὶ ἄλλοι δὲ τοιοῦτοι ἀνεγράφθ̣ησαν ἐν τοῖς εὐαγγελίοις πα̣ραλυτικοίς. οὐ πᾶς δὲ ὁ ἐπὶ κλίνης ὀδύνην καὶ ἀρρωστίαν ἔχων ῥύεται. Ὀχοδίας οὖν ἀπὸ τῆς κοίτης ἔπεσεν ἐκ τοῦ ὑπερῴου καὶ ἀπέθανεν. εἰ δὲ πρὸς ἀναγωγήν, τὸ σῶμα πολλάκις κλίνη ὀνομάζεται τῆς ψυχῆς. καὶ πολλαί εἰσιν γραφαὶ συναγορεύουσαι τῇ τοιαύτῃ θεωρίᾳ. ὅταν τις οὖν ἐν τῷ φθαρτῷ σώματι ᾖν καὶ τῷ γ̣ηΐνῳ σκήνει ὃ "βρίθει νοῦν πολυφρόντιδα, "ἐπὶ κλίνης ὀδύνης" ἐστίν· ἀλλ' ὅταν βοηθήσῃ αὐτῷ θεός, ποιει῀̣ αὐτὸν ὑπωπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν, καὶ οὐκέτι ἐπὶ τοῦ σώματος βέβληται, ἀλλ' αὐτὸς λοιπὸν αἴρει τὸν κράβακτον̣ καὶ περιπατεῖ. τὸ σῶμα οὖν κλίνη ἐστίν. ὁ φιλήδονος, ὁ φιλοπαθής, ὁ τὰ τοῦ σώματος ἀποδεχόμενος καὶ πράττω̣ν ὀδυνᾶται ἐπὶ κλίνης, ἀλλὰ βοηθεῖ αὐτῷ ὁ θεὸς καὶ ποιεῖ αὐτὸν ὑγιῆν, ἵν' ὑγιὴς γενόμενος μηκέτι αὐτὸς ᾖν βεβλημ̣ε´̣νος ε᾿̣πὶ τη῀̣ς κ̣λίνη̣ς, ἀλλὰ αὐτὸς αὐτὴν βαστάζῃ, καὶ ὡς λέγουσιν οὕτως, ὅτι ὅταν ἄρχῃ ἡ ψυχὴ τοῦ σώματος. ἐπερ · ποῖοί ει᾿̣σιν ο̣ι῾̣ ε῾̣ξ̣ήκοντα δυν̣ατοί, οἵ εἰσιν ἐν εὐλογίᾳ παραλαμβανόμενοι, οἱ κύκλῳ τῆς στρωμνῆς; ἀπὸ τοῦ Ἀβραὰμ ἕως ἐννεακαίδεκα καὶ ἀπὸ . οὗτοι οὖν εἰσιν οἱ ἑξήκοντα δυνατοὶ οἱ περὶ τὸ σῶμα τοῦ σωτῆρος διακονήσαντες αὐτοῦ τῇ γενέσει. λεκτέον δε`̣ καὶ οὑ´̣τως· ε᾿̣ν ἓξ ἡμέραις ὁ κόσμος γέγονεν, καὶ τέλειος ἀριθμός ἐστιν, ὡς πολλάκις ἀποδέδοται· ἐν δεκάσιν γὰρ ὁ ἑξήκοντα̣ ἕξ ἐστιν. ὁ ὑπ̣ερ̣βὰς οὖν τὸν κόςμον καὶ ἄνω γενόμενος δυνατός ἐστιν "δεδιδαγμένος πόλεμον ἀνὴρ" ὤν, ἔχων ῥομ̣φαίαν "ἐπὶ μηρὸν αὐτοῦ". περὶ τὴν κλίνην οὖν τοῦ Σολομῶντος οὗτοι οἱ ἑξήκοντα δυνατοί εἰσιν, περὶ τὸ σω῀̣μα τὸ κυριακόν, κυκλ̣οῦντες αὐτό, σκοποῦντες, διὰ ποίαν αἰτίαν ἐσωματώθη ὁ σωτήρ. "ἑξήκοντα" οὖν "δυνατοὶ κύκλῳ αὐτῆς, πάντες ῥομφαίαν κατέχοντες". ξιφήρεις εἰσίν. εἰσὶν δὲ ξίφη ἃ κατέχουσιν οἱ σοφοί· "καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ