1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

208

ἐπιθυμία. αὐτίκα γοῦν ἡ νύμφη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πυθομένη περὶ τοῦ νυμ̣φι´̣ου, ποῦ εὑρεῖν αὐτὸν δύναται, οἱ δορυφόροι ὧν ἐπυνθάνετο̣, λέγουσιν ὅτι· "τί ἀδελφιδὸς ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν"; εἰπὲ τὸν σὸν τὸν ἄλλον παρὰ τοὺς πολ̣λοὺς ἀδελφούς. καὶ λέγει· "ἀδελφιδοῦς μου λευκὸς καὶ πυρρός", οὐχ εἷς ἐστιν, ἄνθρωπος καὶ θεός ἐστιν. εἶτα διεξερχομένη τὰ ἐγκ̣ώμια αὐτοῦ λε´̣γει ε᾿̣π̣ὶ τέλει· "λάρυγξ αὐτοῦ γλυκασμός, ὅλος ἐπιθυμία". ὁ λόγος αὐτοῦ γλυκύς ἐστιν. οἶδας, ὅτι εἰσίν τινα̣ ἐπιθυμ̣ητὰ οὐχ ὅλα, ἀλλ' ἔχουσιν ἀηδῆ τινα παραμεμιγμένα· οἷον τοῦ γλυκέως οἴνου ἡ πόσις ἔχει ἐπιθ̣υμητόν τι. ὅταν δ̣ὲ εἰς κόρον ληφθῇ, μέθην ἐργάζεται καὶ οὔκ ἐστιν ὅλον ἐπιθυμία. π̣άλιν ὁ ἥλιος ὁρώμενος γλυκύς ἐστιν. ὅταν δὲ καθάψηται αὐτοῦ ἡ φλόξ, ἀηδὲς ἔχει τι. οὐδε`̣ν οὖν περὶ τὸν κατὰ τὸν νυμφίον λόγο̣ν ἀηδὲς ἔχει, ὅλος ἐπιθυμία ἐστίν, ὅλος ἔρως ἐστίν, κατὰ τὸν εἰπόντα· "ὁ ἐμ̣ὸς ἔρως ἐσταύρωται". ἄλλων δὲ οἱ ἔρωτες ἔχουσίν τι παραμεμιγμένον ἐπίπονον. ὥσπερ οὖν "ὅλος ἐπιθυμία" ἐστίν, οὕτω καὶ ὅλος ἔρως ἐστίν, καὶ διὰ τοῦτο ἐπιποθεῖ ἡ ψυχή μου ἡ κατὰ τ̣ὴν ἔλαφον ἀναιρετικὴ ὄφεων πρὸς θεόν. ὅταν ἴδῃς οὖν ψυχὴν περιγινομένην ἡδονῶν ποικίλων, πολλῶν λογισμῶν ····· ····· ····· ····· · ἀποξύεται τὸ γῆρας τῆς κακίας, τὸν παλαιὸν ἄνθρωπον, καὶ τὸν νέον ἐνδι̣δ̣ύσκεται ἀντ' αὐτοῦ, κἂν παροιμιωδῶς κἂν ἐπὶ ῥητοῦ αὐτὸ θέλῃς λαβεῖν. "ἔλαφος θήλεια καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι". 298 ἔστω περὶ γυναικὸς ὁ λόγος. ἡ γυνὴ ἔλαφος θήλειά ἐστιν ὡς π̣ρ̣ὸς τὸν ἄνδρα, ἐὰν ἀναιρῇ τὰς ὑποβαλλομένας ἡδονὰς ὑπὸ τῶν θηρευτῶν. ἔτι δ̣ὲ καὶ πῶλος χαρίτων ἐστίν· νέα γὰρ ὀφείλει εἶναι κατὰ τὸ σωφρονεῖν καὶ χαρίτων, τῶν ἀρετῶν, πῶλος εἶναι, ἵν' ἐπιβαίνουσιν αὐτῷ αἱ χάριτες· καὶ γὰρ πολλάκις αὐταὶ αἱ ἀρεταὶ οὕτω καλοῦνται κατὰ τὸ γεγραμμένον· "στεφάνῳ δὲ χαρίτων", στεφάνῳ τῶν ἀρετῶν. κατὰ τὰς τῶν ἀγω´̣νων αὐτοῦ ἐπινοίας ὢν φῶς καὶ ἀλήθεια καὶ δικαιοσύνη, πλῆθος χαρίτων ἐστίν. οὐ τῇ ὑποστάσει ἔχει τὸ πλῆθος, ἀλλὰ ταῖς ἐνεργείαις καὶ ταῖς ἐπιθυμίαις. 3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν καὶ ζῶντα. τὸ διψ̣ῆσαι πολλάκις τὸ ἔρωτα λαβεῖν ἐστιν. οὕτω γοῦν καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει· "ὁ θεὸς ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέν σε ἡ ψυχή μου"· ὁ γὰρ ποθῶν τι καὶ αἰτούμενος ἵνα λάβῃ αὐτό, διψᾷ αὐτό. "πρὸς τὸν θεὸν" οὖν "τὸν ζῶντα". ὥσπ̣ερ οἱ θεῖοι ἄνδρες οἱ πάνυ γε πεπνευ̣ματισμένοι καὶ πρὸς θεολογίαν ἀνηγμένοι ἀεὶ λέγουσιν· "ζῇ κύριος", οὕτως ἔλεγεν ὁ Ἐλισαῖε· "ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου". οὕτως ζῇ ἡ ψυχή σου καθὼς ζῇ ὁ οὗ μετέσχες· ἀλλὰ σὺ μὲν ὡς μετασχὼν α̣ὐτοῦ ζῇς οὕτως. εἴς τι ῥητο´̣ν, ὃ κακῶς οἱ Ἀρειανοὶ ἑρμηνεύουσιν, καλὸν θεωρῆσαι· "ὡς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα". καὶ ἔλαβον παράδειγμα ὅτι· ὡς εἴ τις λέγοι ὅτι· "3ὡς ὁ λογικός μου πατὴρ κἀγὼ λογικός εἰμι, καὶ ὡς ὁ πατήρ μου ζῷόν ἐστιν κἀγὼ ζῷόν εἰμι"3. ἐπεὶ τοίνυν ζῶον ἐστιν ὁ πατήρ μου κἀγὼ ζῶ δι' αὐτὸν διὰ τὸ ζῶντος εἶναι υἱός. ὡς καὶ ὁ ἄνθρωπος λέγεται ζῷον εἶναι διὰ τὸν πατέρα, ἐπεὶ ζῴου υἱός ἐστιν. 3 πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; οἱ ἔτι ἐν βίῳ τυγχάνοντες ἄνθρωποι διψῶσιν πρὸς τὸν θεὸν ὡς ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. οὐ μέχρι τούτου δὲ ἵστασθαι λέγουσιν ἑαυτῶν τὸν πόθον· μακρὰν γὰρ ἔτ̣ι εἰσὶν τοῦ θεοῦ τρόπον τινὰ σχέσει καὶ διαθέσει, οὐ τόπῳ· οὐδὲν δὲ τοπικῶς μακράν ἐστιν τοῦ θεοῦ· "πληροῖ" γὰρ "τὸν οὐρανὸν καὶ τὴν γῆν". διὸ ο῾̣ προσχὼν αὐτῷ λέγει· "ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει". οἱ ἐν τῷ βίῳ οὖν τούτῳ θέαν λαβόντες τοῦ μέλλοντος αἰῶνος διψῶσιν γενναίως π̣ρὸς τὸν θεόν, ὥσπερ μακρὰν ἑαυτοὺς ὁρῶσιν ἅτε δὴ ἔτι ἐπηχθισμένο̣ι τὴν τοῦ κόσμου κακίαν καὶ τὸ τοῦ κόσμου βάρος καὶ τὸ φθαρτόν. καὶ τοῦτο δέ, ἐπεὶ ἐν ταῖς ἑορταῖς τῶν Ἑβραίων ἐ´̣θ̣ος πα῀̣σιν ἦν ὀφθῆναι τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ· "τρεῖς" γὰρ "καιροὺς