1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

230

αὐτὸ λέγομεν· ἔστ̣ιν τις ε̣ι᾿̣σ̣αγόμενος κατὰ σοφίαν καὶ ὑπόκειται ἐλέγχῳ ὡς ἁμαρτῆσαι δυνάμενος· "ἔλεγχε" γὰρ "σοφόν, καὶ ἀγαπήσει σε". οὐδεὶς δὲ ἐλέγχεται μὴ ἔχων ἐφ' οἷς ἐλεγχθήσεται. οὗτος ὁ σοφὸς ὁ ὑποκείμενος ἐλέγχῳ αὐτὸ νεοπαγὴς καὶ ἄρτι εἰσαχθεὶς ὢν δύναται προκόπτειν ἀεί. ὅταν δὲ οὕτω δέξηται τὴν σοφίαν̣ ὡς μηκέτι οἷόν τε εἶναι δέξασθαι 327 ἐπίτασιν αὐτῆς, οὗτος εἰς τὸ τέλος ἠλλοιώθη. καὶ ὧδε μὲν ἔτι "τὸ σῶμα τῆς ταπεινώσεως" ἐπηχθισμένοι κἂν πολλοὶ ἅγιοι ὦσιν, "ἐκ τοῦ πληρώματος αὐτοῦ" λαμβάνουσιν, οὐ τὸ πλήρωμα αὐτοῦ, οὐχ ἕκαστος ἐκ τοῦ πληρώματος. ἀλλὰ "πάντες ἐκ τοῦ πληρώματος". καὶ "ἀρραβῶνα πνεύματος" ὧδε λαμβάνουσιν, οὐ τὸ πνεῦμα αὐτὸ ὅλον, ἵν' οὕτω φράσω. ὅταν δὲ "τὸ ἐκ μέρους" καταργηθῇ καὶ τὸ τέλος λοιπὸν παραγένηται καὶ "πρόσωπον πρὸς πρόσωπον" ὀφθῇ καὶ γένωνται οἱ ἄνθρωποι κατὰ τὸν θεὸν κατὰ τὸ εἰρημένον· "ὅταν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν", ὧδε τέλος τῶν ἀλλοιωθησομένων ἐστίν. εὖ δὲ καὶ τὸ φάναι "τῶν ἀλλοιωθησομένων" καὶ μὴ "τῶν ἀλλοιωθέντων". οὐδεὶς δὲ ἐπ̣α̣ι̣νεῖται ἐπὶ ἐπιστήμῃ καὶ ἀρετῇ, ἐὰν ἐπιστήμων γενάμενος ᾖν ἢ ἐνάρετος, ἀλλ' ὅταν ᾖν ἐπιστήμων· τῶν γ̣ὰρ ἐνεργητικῶν ἐστιν ἡ ἀρετὴ καὶ ἡ ἐπιστήμη, ἐν τῷ ἐνεργεῖσθαι ἔχει τὸ εἶναι. "εἰς τὸ τέλος" οὖν, "ὑπὲρ τῶν ἀλλοιωθησομένων". ταύτην δὲ τὴν μακαρίαν καὶ θείαν καὶ ὑπερφυ̣ῆ ἀλλοίωσι̣ν ἔχομεν ἐκ τῆς τοῦ ὑψίστου δεξιᾶς· εἴρηται γὰρ περὶ αὐτῆς· "αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου"· ὥσπερ γὰρ "πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ πλούσιοι γενώμεθα"-καὶ ὅρα· "πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν"· καὶ γὰρ ἀλλοιωθεὶς καὶ ἐπιδημήσας. καὶ μένων χωρὶς τῆς ἐπιδημίας ὁ αὐτός ἐστιν, ἀεὶ ἔχει τὸ εἶναι πλούσιος. "δι' ἡμᾶς" δε`̣ ἐπ̣τώχευσεν". ὅταν τοίνυν δι' ἡμᾶς πτωχεύσας πλουσίους ἡμᾶς καταστήσῃ, ἀλλοιούμεθα κατὰ πλοῦτον καὶ εἰς τὸ τέλος ἐρχόμεθα, ἐὰν ὡς αὐτὸς γενώμεθα πλούσιοι, ὡς ἐνδέχεται, ὁ´̣τ̣αν θεασώμεθα "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας". "ἐκ τοῦ πληρώματος" οὖν λαμ̣βάνουσιν οἱ ἅγιοι. οὐδεὶς τὸ πλήρωμα δέχεται, οὐδὲ πάντες. οὕτω καὶ τό· "ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου". οὐκ εἶπεν· "τὸ πνεῦμά μου"· "ἀρραβῶνα" γὰρ "πνεύματος" λαμβάνο̣υ̣σιν οἱ ἐνταῦθα πνευματοφ̣όροι. καὶ ἐκχεῖται ὁ ἀρραβὼν ἀπὸ τοῦ πνεύματος. ὁ δὲ ἀρραβὼν ὅλου τινὸς μέρος ἐστίν. "εἰς τὸ τε´̣λος̣" οὖν, "ὑπὲρ τῶν ἀλλοιωθησομένων". "αὕτη" οὖν "ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". ἡ δεξιὰ τοῦ ὑψ̣ι´̣ς̣του ἄτρεπτος καὶ ἀναλλοίωτός ἐστιν. ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει· οὐκ ἄλλως γὰρ αὐτὴν ἢ τὸν σωτῆρα νοοῦμεν. πῶς οὖν ἀλλοιοῦται, ἴδω̣μ̣εν· συνκαταβαίνει παιδεύουσα· καὶ τότε τῷ ὄντι ὠφελούμεθα, ἐὰν συνκαταβῇ. μενού σης δὲ αὐτῆς ἐφ' ἑαυτὴν ἡμεῖς οὐκ ὠφελούμεθα. λέγει οὖν τοῦτο· "μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύρι328 ος ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι"; ἔτι· "ἢ ἀποκόψει τὸ ἔλεος αὐτοῦ ἀπὸ γενεᾶς εἰς γενεὰν ἢ συνέξει τοὺς οἰκτιρμοὺς αὐτοῦ"; λέγει· "καὶ εἶπα Νῦν ἠρξάμην", ὅτε συνκαταβαινούσης πεῖραν ἔλαβον τῆς δεξιᾶς. "νῦν ἠρξάμην"· ἐν ἀρχῇ γέγονεν τοῦ γνῶναι τὴν ἀλήθειαν, ἐν ἀρχῇ τοῦ γνῶναι τὰ ἔργα τῆς προνοίας, τοὺς οἰκτιρμο̣ὺς τοῦ θεοῦ τοὺς ποιητικοὺς ἀγαθοῦ. "εἶπα" οὖν "Νῦν ἠρξάμην". λέγει· "αὕτη ἡ ἀλλοίωσις", ἣν ὑπέμεινα ἐγώ, "τῆς δεξιᾶς τοῦ ὑψίστου" ἐστίν. αὕτη με ἠλλοίωσεν. οὐδεὶς ἠδύνατο τῶν γε̣νητῶν ἀλλοιῶσαί με οὕτως· πάντες γὰρ δέονται τοῦ εἰς προκοπὴν ἄγοντος, τοῦ τελειοῦντος. δημωδέστερον δὲ καὶ κατὰ τοὺς εἰς μέσον λέγοντας ἐροῦμεν ὅτι ἡ ἀλλοίωσις τοῦ ὑψίστου αὕτη ἐστίν· εὐλογία ὢν γέγονε κατάρα, ἵν' ἀπολύσῃ κατάρας καὶ εὐλογουμένους ἀποδείξῃ. δικαιοσύνη ὠ`̣ν γέγονεν οὖν ἁμαρτία, ἁμαρτία δὲ τοιαύτη δικαιοσύνης ποιητική. "ἐν αὐτῷ" δὲ γινόμεθα "δικ̣αιοσύνη ς ποιητική θεοῦ". οὐκ ἁπλῶς οὖν δικαιοσύνη, ἀλλὰ θεοῦ. εἰρήκαμεν πολλάκις, ὅτι τὰ ὀνόματα τῶν ἕξε̣ων