1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

5

Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο», οὐ γὰρ εἶπεν αὐτοῦ· ὅπου δὲ ὑπὸ τοῦ ἐν Χριστῷ λαλοῦντος Ἀποστόλου εἴρηται· «Ἀγγέλους κρινοῦμεν.» 1.43 Τί βούλεται τὸ κατοικεῖσθαι πᾶσαν τὴν γῆν καὶ ἡσυχάζειν θεωρητέον. Τῆς λογικῆς ψυχῆς αὐτοκινήτου καὶ ἀεικινήτου ὑπαρχούσης, ὅταν εὖ καὶ μακαρίως κίνηται, ἠρεμεῖ καὶ ἡσυχάζει ἀπὸ τῆς ἀτάκτου κλονήσεως, ταύτην δὲ τὴν εὐστάθειαν καρποῦται ἀπὸ θείας εὐλαβείας. 1.44 Γέγραπται γάρ· «Γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεόν», καί· «Ἡσυχάζει ἀπὸ παντὸς κακοῦ ὁ κατασκηνῶν ἐπ' ἐλπίδι», κατὰ τὴν θεόπνευστον τῶν Παροιμιῶν γραφήν. Ταύτῃ τῇ νοήσει, πρὸς τὸν ἀλάστορα Κάϊν κινηθέντα ὡς οὐ δεῖ ὁ Θεός φησιν· «Ἥμαρτες, ἡσύχασον», μόνον οὐχὶ λέγων· Ἁμαρτάνων ἀτάκτως κλόνῃ, ἀλλὰ τέλος ἐπίθες τῇ ἀτάκτῳ ὁρμῇ· τότε γὰρ ἐπαινετῶς, ἡσυχάσεις «ἐκκλίνας ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιήσας». 1.45 Τῷ οὕτως ἡσυχάζοντι ἕπεται τὸ κατοικεῖν. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, ἡ εἰσαγομένη ἐν Παροιμίαις πόρνη γυνή, ἥτις ποτέ ἐστιν αὕτη, «ἐν οἴκῳ οὐκ ἔχει ἡσυχάζοντας τοὺς πόδας», ἔξω αὐτοὺς ῥεμβομένους ἔχουσα, τριοδῖτις καὶ σοβὰς οὖσα, τῆς ἀστῆς καὶ εὐγενίδος ἐν οἴκῳ κατοικούσης, φυλαττούσης τὰ πρὸς τὸν νυμφίον γαμικὰ δίκαια, ᾗ εὐθὺς ἕπεται τὸ τεκνογονεῖν. Εἴρηται γὰρ ἐν Ψαλμοῖς περὶ τοῦ νυμφίου τοῦ Θεοῦ Λόγου· «Ὃς κατοικίζει ἐν οἴκῳ στεῖράν ποτε οὖσαν, ἵνα γένηται μήτηρ γνησίων τέκνων εὐφραινομένη.» 1.46Zach. I, 12: Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπεν· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; 1.47 Θεασάμενος προγνωστικῶς ὁ ἄγγελος Κυρίου παντοκράτορος πᾶσαν τὴν γῆν κατοικοῦσαν καὶ ἡσυχάζουσαν, πάντων τῶν ἐθνῶν πιστευσάντων τῷ ἐπιδημήσαντι Κυρίῳ, ἀξιοῖ τὸν παμβασιλέα γνῶσιν παρασχεῖν ἕως τίνος καὶ πότε ἡ Ἰερουσαλὴμ καὶ αἱ ὑπὸ ταύτην πόλεις τῆς Ἰουδαίας ἐλεηθήσονται, ἑβδομηκοστοῦ ἔτους ἤδη ἐνεστῶτος τῆς αἰχμαλωσίας δι' ἣν παρεωρᾶσθαι ἐδόκουν. 1.48 Καὶ ἐπεὶ πολλάκις ἡ Ἰερουσαλὴμ πολυτρόπως ἡρμήνευται, καθ' ἑκάστην ἑρμηνείαν λημφθεῖεν ἂν καὶ αἱ τῆς Ἰουδαίας πόλεις. Ἐὰν οὖν ἡ Ἰερουσαλὴμ ἡ τελεία καὶ πεφωτισμένη ψυχὴ λαμβάνοιτο εἰρηνικῶς καὶ εὐσταθῶς πάντα θεωροῦσα-μεταλαμβάνεται γὰρ εἰς τὸ «ὅρασις εἰρήνης» -πόλεις τῆς Ἰουδαίας εἰσὶν αἱ ὑποδεέστεραι ψυχαὶ τῷ ἔτι προκόπτειν. 1.49 Ἐὰν δὲ τὴν Ἐκκλησίαν σημαίνῃ τὸ ὄνομα τῆς Ἰερουσαλήμ, τὴν «παρισταμένην τῷ Χριστῷ ἁγίαν οὖσαν», πόλεις τῆς Ἰουδαίας ἑρμηνευθεῖεν αἱ μὴ τηλικαῦται γινόμεναι ψυχαί. Τὴν τοιαύτην διαφορὰν φανεροῖ ὁ Ἀπόστολος ἐπιστέλλων Κορινθίοις, εὐλογῶν «τὴν Ἐκκλησίαν σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα Κυρίου», ὡς τὴν μὲν Ἐκκλησίαν εἶναι Ἰερουσαλὴμ ἀλληγορικῶς, πόλεις δὲ τῆς Ἰουδαίας τοὺς ἐπικαλουμένους τὸ ὄνομα Κυρίου. 1.50 Κατ' ἀμφοτέρας τὰς ἑρμηνείας παρορᾶταί ποτε ἡ Ἰερουσαλὴμ καὶ αἱ ὑποτελεῖς αὐτῇ πόλεις τὸ αὐτὸ τῇ μητροπόλει πάσχουσιν, ἵνα ἐκ τῆς ὑπεροράσεως αἴσθησιν λαβοῦσαι, διαναστήσωσιν ἑαυτάς, ὡς μηκέτι πάσχειν τὰ τῆς αἰχμαλωσίας, «ἑβδομηκοστοῦ ἔτους ἐνεστηκότος». 1.51 Οὐ γὰρ ἔτι ἐπίπονος ἐργασία ἔσται, σα̣ββ̣ατικοῦ ἐνιαυτοῦ πληρωθέντος· ὁ γὰρ ἑβδομήκοντα ἀριθμός, ἐκ δεκάδων ἑπτὰ συνεστηκώς, τελείαν ἀνάπαυσιν ἐπιφέρει, παρέχοντος αὐτὴν τοῦ ἐληλυθότος «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν», ἀνατείλαντος ἐκ τοῦ Ἰούδα. Περὶ γὰρ τοῦ Σωτῆρος ἀπαγγέλλεται τό· «Βασιλεύς μου Ἰούδα», καὶ πρὸς αὐτὸν ἐπ' εὐλογίαις λέγεται· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσίν σοι πάντες οἱ υἱοὶ τοῦ πατρός σου.» 1.52 Τούτων τῶν θείων λόγων ἀπαγγελλομένων ἥτις ἐστὶν διορατικὴ ψυχή, Ἰερουσαλὴμ προσαγορευομένη, ἀλλὰ καὶ ἐξομολογούμεναι, πόλεις τῆς Ἰουδαίας οὖσαι-Ἰούδας γὰρ «ἐξομολογούμενος» ἡρμήνευται-μαθέτωσαν ὑπὸ Ἰησοῦ «ὅτι πραΰς ἐστιν καὶ