1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

9

ὑμνῳδός πού φησιν πρὸς τὸν κατεξανιστάμενον τῶν πολεμίων· «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» Καὶ ἐπεὶ ἕκαστον τῶν εἰρημένων πονηρῶν τυραννικῶς ἐπαίρεται, παρανόμως βασιλεύειν αὐτό φησιν. 1.86 Ταῦτα τὰ μετ' αἰνιγμοῦ ἐπαγγελθέντα κέρατα εἶδεν ὁ προφήτης ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ τῆς διανοίας, ἵν' ἐκ τοῦ τεθεωρηκέναι τὴν παρασκευὴν καὶ τὴν δύναμιν αὐτῶν ἐνδύσηται τὴν Θεοῦ ἀκαταμάχητον πανοπλίαν. Τίνες δ' εἰσὶν οἱ ὀξύνοντες τὰ προκείμενα κέρατα τέκτονες, ἐκ τῶν ἑξῆς ἔστι μαθεῖν οὕτως ἐχόντων. 1.87 Zach. II, 2: Καὶ εἶπεν πρός με· Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν. 1.88 Ὁ ἀποκρινόμενος ἄγγελος δεικνὺς τῷ προφήτῃ τὰ σαφηνισθέντα τέσσαρα κέρατα, τὸ ἔργον καὶ τὴν χρείαν δι' ἣν ἐπήχθησαν δεικνὺς τῷ φωτιζομένῳ φησὶν δι' οὐδὲν ἕτερον ἐπῆχθαι τὰ κέρατα ἢ ἕνεκα τοῦ σκορπίσαι ἀπὸ τῆς πόλεως τῆς ἁγίας τὸν Ἰσραὴλ καὶ Ἰούδα, ἵνα σκεδασθέντες εἰς αἰχμαλωσίαν, ὁμοῦ ἑνότητος καὶ συμφωνίας ἐκτὸς γένωνται. Εἴρηται πρότερον ὡς ἐξομολογούμενος Ἰούδας· ὁ δὲ νῷ Θεὸν ὁρῶν Ἰσραὴλ καλεῖται. 1.89 Zach. II, 3-4: Καὶ ἔδειξέν μοι Κύριος τέσσαρας τέκτονας. Καὶ εἶπα· Τί οὗτοι ἔρχονται ποιῆσαι; Καὶ εἶπεν πρός με· Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεφαλήν· καὶ εἰσῆλθον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου τοῦ διασκορπίσαι αὐτήν. 1.90 Εὐθυμοποιῶν τὸν θεασάμενον τὸ πλῆθος τῶν πολεμίων τὸ ἐρχόμενον, ἰσαρίθμους τοῖς ἀντιπάλοις τοὺς ἐπὶ βοήθειαν καλουμένους δείκνυσιν αὐτῷ, τέκτονας ἐπαινετῶς τυγχάνοντας· οὐ πάντες γὰρ τεκταίνοντες τὰ κατάλληλα αὐτοῖς ἔργα ἐπαινετοί, ἀλλὰ καὶ ψεκτοί εἰσίν τινες, οὓς διαστέλλον ἀπ' ἀλλήλων τὸ παροιμιῶδες θέσπισμά φησιν· «Ἐλεημοσύνην καὶ πίστιν τεκταίνουσιν ἀγαθοί· οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν.» 1.91 Τὸ κάκιστον τοῦτο τῶν τεκτόνων ἐργαστήριον οὐχ ἕτερον τῶν τεσσάρων κεράτων ἐστίν, δραστήριον ὂν πάσης ἀπιστίας καὶ ὠμότητος. Οὓς δείκνυσιν Θεὸς ἐρχομένους τέκτονας ἐλεημοσύνης καὶ πίστεώς εἰσι τεχνῖται, δι' ἐλεημοσύνης τὴν πρακτικὴν ἀρετὴν πρὸς τοὺς πέλας ἐκτελοῦντες, ἀγαπῶντες ὡς ἑαυτοὺς τοὺς πλησίον, πίστιν τεκταίνοντες δι' εὐσεβοῦς καὶ ἐπιστημονικῆς θεωρίας. Τούτους οὐκ ἄλλος ἄγει καὶ δείκνυσιν τῷ ἄραντι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἢ ὁ ἐπ' εὐεργεσίᾳ καλῶν Θεὸς τοὺς δυναμένους βοηθεῖν τοῖς καταπονουμένοις. 1.92 Ἑωρακὼς τοὺς δειχθέντας αὐτῷ καὶ ἐρχομένους ὑπὸ τοῦ Θεοῦ, ἐρωτᾷ τὸν δείξαντα τί ποιήσουσιν ἐληλυθότες, καὶ ἀποκρίνεται αὐτῷ Θεὸς ὡς ἔρχονται ὀξῦναι τὰ ἐπαιρόμενα ἐπὶ τὴν γῆν τοῦ Θεοῦ ἔθνη τέσσερα ἐπὶ τῷ παραλαβεῖν τοὺς παραδιδομένους εἰς αἰχμαλωσίαν, ἵνα διασκορπίσωσιν τὸν Ἰούδα καὶ κατεάξωσιν τὸν Ἰσραήλ, ὡς μηδένα τῶν κακουμένων ἄραι κεφαλὴν ἀντιβλέψαι καὶ ἀντιδοξῆσαι δυνάμενον τοῖς ἐπικειμένοις ἐχθροῖς. Ἀσθένειαν δὲ πλείονα παρίστησιν ὁ λόγος τῶν κεράτων, ὅτι καὶ μετὰ τὸ ὀξυνθῆναι οὐχ οἷά τε γέγονεν κατασπάσαι τοὺς παραδοθέντας αὐτοῖς παρόντων τῶν τεκτόνων τῶν ὀξυνόντων αὐτά. 1.93 Φανεροῖ ὁ λόγος ὡς κατάγνυται ὁ σκορπιζόμενος, συντριβὴν ὑφιστάμενος παραπλησίαν ᾗ ὑπέμεινεν ὁ ἀπὸ τῆς Ἰερουσαλὴμ καταβὰς περιτυχὼν λῃσταῖς πνευματικοῖς ὥσθ' ἡμιθανὴν αὐτὸν ὑπ' αὐτῶν γενέσθαι, μάλιστα ὅτε ἐξέδυσαν αὐτὸν τὴν ἐσθῆτα ἣν εἶχεν θείαν ἐν τῇ ἱερᾷ πόλει διάγων ὅπλοις ἰσοδυναμοῦσαν· περὶ αὐτῆς γράφει ὁ Ἀπόστολος τοῖς εἰς τὸ πολεμεῖν διεγειρομένοις· «Ἐνδύσασθε ὅπλα φωτός.» 1.94 Φέρεται ἐν ἀντιγράφοις ἀντὶ τοῦ «τὸν Ἰσραὴλ κατέαξαν», τὸν Ἰσραὴλ κατῆξαν, δεικνυμένου καὶ διὰ ταύτης τῆς λέξεως ὡς ὁ ἁμαρτάνων ὑψόθεν κάτω φέρεται. Πολλαὶ δ' εἰσὶν γραφαὶ τοῦτο παριστᾶσαι, οἷαί εἰσιν καί· «Πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ἐκ τοῦ οὐρανοῦ, ὁ πρωῒ ἀνατέλλων;» καί· «Εἰσελεύσονται εἰς