1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

12

Ἀμέλει γοῦν οὐ πρὸς ἄνδρα ἀλλὰ νεανίαν δεικνύμενον τὰ τῆς μυσταγωγίας γίνεται. Ὡς γὰρ πρὸς τοὺς θείους ἀγγέλους ὁ ἅγιος ἀνὴρ νεανίας ἐστίν, μάλιστα ὅταν τὸν νέον ἄνθρωπον ἐνδεδυσμένος ὑπάρχῃ, ὡς λεχθῆναι περὶ αὐτοῦ τὸ ἐν ταῖς θείαις Παροιμίαις οὕτως ἔχον· «Νεανίσκος μετὰ ὁσίου καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.» Πῶς γὰρ οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ μετὰ ὁσιότητος πορευομένου; 1.115 Περὶ τῶν οὕτως ἐχόντων τῆς ἀρετῆς μετουσίαν ὁ Ἰωάννης ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ προσφωνῶν αὐτοῖς ἔφη· «Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν.» Πᾶς καὶ μόνος ὁ οὕτω κατὰ τὸν νοῦν νεάζων παιδεύεται ὑπὸ τοῦ ἐκπορευομένου ἀγγέλου λαλῆσαι τὰ ἑξῆς δηλούμενα. 1.116 Καὶ ὅρα εἰ τὸ ἐκπορεύεσθαι τὸν ἄγγελον τῆς αὐτῆς δυνάμεώς ἐστιν τῷ λεχθέντι ὑπὸ τοῦ χοροῦ τῶν ἁγίων· «Ἐξῆλθας εἰς σωτηρίαν τοῦ λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου», καὶ τῷ· «Ἐγὼ ἐκ Θεοῦ ἐξῆλθον καὶ ἥκω.» Γίνεται γὰρ σωτηρία καὶ θεῖος χρηματισμὸς τῷ γένει τῶν ἀνθρώπων ἐκβληθέντι ἐκ τοῦ παραδείσου παραβεβηκότι τοὺς θείους νόμους ὅταν ὁ τῆς «μεγάλης» Θεοῦ «βουλῆς ἄγγελος» ἐξέλθῃ ἵν' εἰσαγάγῃ δι' ὑπακοῆς καὶ θείας παιδεύσεως τὸν ἐκβληθέντα, λέγων· «Σήμερον μετά μου ἔσῃ ἐν τῷ παραδείσῳ.» Ἐπαγγέλλεται ὁ ἐκπορευόμενος δείξειν μεγάλα περὶ τῆς πνευματικῆς Ἰερουσαλήμ, ἃ σημαίνει ἡ ἑπομένη λέξις οὕτως ἔχουσα. 1.117Zach. II, 8-9: Κατακάρπως κατοικηθήσεται Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς, καὶ ἐγὼ ἔσομαι αὐτῇ, φησὶν Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. 1.118 Ὅνπερ τρόπον πάντα τὰ ἐν τῷ παραδείσῳ ξύλα πολλοὺς φέρει κάρπους, οὕτω καὶ ἡ ἁγία πόλις Ἰερουσαλὴμ κατακάρπως κατοικεῖται, πλῆθος ἀνθρώπων καὶ κτηνῶν ἔχουσα ἐν μέσῳ αὐτῆς· οὐ γὰρ προσῆκον καὶ δυνατὸν ὑπάρχει ἐν τῷ θείῳ καὶ ἁγίῳ ἄστει ἄκαρπόν τινα τυγχάνειν, τοῦ ἀκάρπου ξύλου ἐκκοπτομένου καὶ παραδιδομένου ἔξω πυρί. 1.119 Τοιοῦτος ἦν πρὸς ὃν ὁ ἅγιος βοῶν ἔφη· «∆ιὰ τοῦτο καθελεῖ σε ὁ Θεὸς εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων», παντὸς τοῦ μένοντος ἐν τῷ Θεοῦ οἴκῳ εὐχαριστητικῶς λέγοντος· «Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.» Πῶς γὰρ οὐ καρποφορεῖ τὸ τοῦ θείου φωτὸς θρεπτικὸν ὁ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ κατοικῶν, ἐν τῷ πράττειν τὰ δέοντα καὶ φρονεῖν τὰ εὐσεβῆ δόγματα; 1.120 Οὕτως ἦν καρποφόρον ξύλον ὁ ἐν πρώτῳ Ψαλμῷ ἀνὴρ μακαριζόμενος· εἴρηται γὰρ περὶ αὐτοῦ· «Ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται.» Ὧι παραπλησίως ἐν Ἰερεμίᾳ ὁ λόγος φησίν· «Εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ μὴ διαλίπῃ ποιοῦν καρπόν.» 1.121 Εἶτ' ἐπεὶ διὰ πολλὴν ἀγαθότητα τοῦ συνοικίζοντος τὴν ἁγίαν πόλιν τὴν Ἰερουσαλήμ, οὐ μόνον ὑπὸ ἀνθρώπων κατοικεῖται, οὗτοι δ' εἰσὶν οἱ κατὰ λόγον κινούμενοι πρακτικῶς καὶ φρονήσει, ἀλλὰ καὶ ὑπὸ ἁπλουστέρων καὶ καταδεῆ νόησιν ἐχόντων, εἰκότως κατακάρπως κατοικίζεται «ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς». Πῶς γὰρ οὐκ ἐν μέσῳ αὐτῆς ἄνθρωποι καὶ κτήνη τυγχάνουσιν περὶ ὧν ὁ ὑμνῳδὸς πρὸς τὸν Θεόν φησιν· «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.» Ἄνθρωποι δέ εἰσιν οἱ σωτηρίαν αἰώνιον θεόθεν δεχόμενοι, ὧν ἕκαστος δύναται εἰπεῖν· «Ἐγένετο λόγος Κυρίου πρός με λέγων.» Κτήνη δὲ σῳζόμενα τὰ τὴν φωνὴν Ἰησοῦ ἀκούοντα πρόβατα. 1.122 Πρὸς τοὺς οὕτως ἀνθρώπους ὑπάρχοντας, σὺν λόγῳ καὶ ἐπιστήμῃ πράττοντας καὶ φρονοῦντας, ὁ Κύριος Ἰησοῦς λέγει· «Φωνεῖτέ με ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ», ἐπείπερ γνησίως δουλεύετέ μοι, πράττοντες ἃ δεῖ καὶ παιδευόμενοι ἃ καλὸν εἰδέναι. 1.123 Σὺν τοῖς οὕτως