1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

13

ἡρμηνευμένοις ἀνθρώποις, κατακάρπως κατοικοῦσιν ἐν τῇ Ἰερουσαλὴμ οἱ δυνάμενοι φάναι περὶ τοῦ βασιλεύοντος τῆς ἐπουρανίου πόλεως Ἰερουσαλήμ· «Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.» Περὶ τοῦ οὕτω ποιμνίου ὑπάρχοντος τοῦ Θεοῦ φησιν ὁ κατὰ Θεὸν σοφός· «Στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος», ὡς ἕκαστον τῶν τημελουμένων ἱλαρῶς ὑμνῳδίας τρόπῳ φάναι· «Κύριος ποιμανεῖ με, οὐδέν με οὐ μὴ ὑστηρήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με.» 1.124 Τῆς καρποφορησάσης Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς οὐχ ἕτερος φύλαξ καὶ φρουρὸς ἔσται ἢ ὁ Κύριος, αὐτὸς κύκλῳ αὐτῆς γινόμενος οἷα πύρινον τεῖχος, ἅμα θερμαίνων καὶ φλέγων· τοὺς μὲν γὰρ εἴσω τῆς φρουρουμένης πόλεως φωτίζει καὶ θερμαίνει ἵνα παρασκευασθῶσιν ζεῖν τῷ πνεύματι, περὶ ὧν γέγραπται· «Ὡσεὶ ἐν τῷ πνεύματι ζέοντες.» 1.125 Τοὺς δ' ἔξοθεν ἐπερχομένους ἐπὶ τῷ βλάψαι καταφλέγει, «καταναλίσκον πῦρ ὑπάρχων» ἐκείνων μάλιστα τῶν τριβόλους καὶ ἀκάνθας καρποφορούντων, ἔτι μὴν καὶ ἐκκοπτομένων καὶ ἔξω βαλλομένων διὰ τὸ μὴ καλὸν καρπὸν ποιεῖν ἀλλ' ὀλέθριον καὶ δηλητήριον. Παραπλησίως τῆς ἁγίας πόλεως, καὶ τοῦ λαοῦ ὁ Κύριος κύκλῳ εἶναι λέγεται ἐν μιᾷ ᾠδῇ τῶν ἀναβαθμῶν· «Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.» 1.126 Ὥσπερ δὲ τεῖχος πυρὸς κυκλόθεν γέγονεν τῆς κατακάρπου Ἰερουσαλήμ, καὶ εἰς δόξασμα ἐν μέσῳ αὐτῆς ὑπῆρκται, δοξασμένων θειότητι καὶ μακαριότητι τῶν οἰκούντων τὴν ὑπὸ Θεοῦ κυκλουμένην ἁγίαν πόλιν περὶ ἧς μελῳδῶν ὁ ὑμνῳδὸς ἔφη, μᾶλλον δὲ πρὸς αὐτήν· «∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ», καὶ ἔτι· «Μέγας Κύριος καὶ ἐπαινετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ.» 1.127 Ὑπάρξει δὲ καὶ ἡμῖν χάριτι τοῦ εὐεργέτου Θεοῦ τὸ καρποφορῆσαι τοὺς καρποὺς τοῦ Πνεύματος, ἵνα κύκλῳ ἡμῶν οἷα τεῖχος πύρινον ὁ Κύριος γένηται, φωτίζων καὶ φρουρῶν μὲν ἡμᾶς, καταναλίσκων δὲ τοὺς ἐπὶ τῷ καθελεῖν ἐπερχομένους πολεμίους, ἵν' ἐπινικίως ἀναφθεγξώμεθα δεικνύντες τὴν ἀκαθαίρετον πόλιν· «Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν.» 1.128 Zach. II, 10-11: Ὦ, ὦ, φεύγετε ἐκ γῆς βορρᾶ, λέγει Κύριος· διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος· εἰς Σιὼν ἀνασῴζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. 1.129 ∆ιεγείρων ὁ λόγος τοὺς ἐσκεδασμένους «ἐν τῷ βορρᾷ, οὗ ἀπὸ προσώπου ἐκκαίεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν», συντόνως τὴν φυγὴν βουλόμενος γενέσθαι ἀπὸ τῶν χειρόνων, ἃ σημαίνεται ὀνόματι τοῦ βορρᾶ, ἐπιδιπλασιάζει τὸ σύνθημα τῆς προτροπῆς λέγων· «Ὦ, ὦ, φεύγετε ἐκ γῆς βορρᾶ.» Φεύγει δὲ ἀπὸ τῶν χειρόνων καὶ κολάσεως ποιητικῶν ὁ προθύμῳ μετανοίᾳ ἔξω γινόμενος τῆς κακίας. Ταὐτὸν τῷ φυγεῖν ἀπὸ γῆς βορρᾶ τό· «Ἔκκλινον ἀπὸ κακοῦ», καὶ τό· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.» 1.130 Τελεῖται δὲ τοῦτο ὅταν ἀποχὴ παντὸς εἴδους πονηροῦ γένηται, κατεχομένου μόνου τοῦ αἱρετοῦ καὶ ἐπαινετοῦ, κατὰ τὴν προτροπὴν τῆς ἀποστολικῆς παραινέσεως· «Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.» Μόνος δὲ καὶ πᾶς φεύγει τὰ ἐπιβλαβῆ ὁ αἱρετὸν ἡγούμενος τὸ ἀγαθὸν καὶ ποιῶν αὐτό. 1.131 Ἀκώλυτος δὲ ἡ φυγὴ γίνεται ἀπὸ τοῦ βορρᾶ ὅταν ὁ εὐεργέτης καὶ προνοητὴς τῶν ὅλων συναγάγῃ ἐκ τῶν τεσσάρων ἀνέμων τοὺς ἐν αὐτοῖς ἐσκεδασμένους πολίτας τῆς καλλιπόλεως Ἰερουσαλήμ. Εὔκολον παρασχὼν τὴν φυγήν, φανεροῖ ποῦ καὶ ἐν ποίᾳ πόλει ἡ σωτηρία γίνεται τοῖς φεύγουσιν ἀπὸ τοῦ βορρᾶ τοῦ σκληροῦ καὶ ψυχροῦ ἀνέμου· γέγραπται γὰρ περὶ αὐτοῦ· «Βορέας σκληρὸς ἄνεμος», καὶ πάλιν· «Βορέας ψυχρὸς ἄνεμος πνεύσει.» Ἔστιν δὲ ἡ ἱερὰ Σιὼν ἔνθα ἀνασωθῆναι ἀσφαλῶς δυνατὸν τοὺς πρότερον κατοικοῦντας τὴν θυγατέρα Βαβυλῶνος. Θυγάτηρ δὲ αὐτῆς ἐστιν ἡ πληθὺς τῶν κατοικούντων αὐτήν. 1.132 Καὶ ἐπεὶ μεταλαμβάνεται τὸ «Βαβυλὼν» ὄνομα εἰς