1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

15

αὐτῷ· «Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτ̣ι γινώσκομεν», πρώτης δόξης ὑπαρχούσης τοῦ Υἱοῦ καθ' ἣν Μονογενὴς Θεὸς Λόγος ἐστίν, τῆς κατὰ τὴν ἐνανθρώπησιν δευτέρας καὶ μετὰ τὴν πρώτην οὔσης, καθ' ἣν «ἀπεστάλη ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα» τὸν Θεοῦ λαόν· σκυλεύοντα δὲ ἔθνη τοὺς οἰκειωθέντας τῷ Θεῷ οἱ αἰχμάλωτον αὐτὸν λαβόντες. 1.143 Ἀγαθότητι δὲ πολλῇ τοῦτο γίνεται· εἰ γὰρ καθὸ Θεὸς ἀείδιός τε καὶ ἀγένητος ἔκρινεν τοὺς ἀσεβοῦντας, καὶ τὸ πᾶν ἐκποδὼν ἐγίνετο· συγκαταβαίνων δὲ καὶ μὴ παρατηρούμενος πάσας τὰς ἀνομίας τῶν δικαζομένων, εὐεργετεῖ μᾶλλον ἢ κολάζει. Καὶ αὐτὸ γοῦν τὸ προαπ̣ειλεῖν καὶ προαπαγγέλλειν τὰ ἐπίπονα τοῖς τιμωρουμε´̣νοις διὰ χρηστότητος καὶ μακροθυμίας τόπος μετανοίας δίδοτ̣αι τοῖς ἐθέλουσιν ἔξω ἧς ἐποίησαν ἀσεβείας γενέσθαι. 1.144 Τῇ αὐτῇ ἀγαθότητι καὶ φιλανθρωπίᾳ καὶ ἡ κάθοδος τοῦ Σωτῆρος γε´̣γονεν ὀφθέντος κατὰ σάρκα, ἵνα μετὰ ταῦτα ὀφθῇ «ἡ δόξα τοῦ Υἱοῦ π̣αρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας», ἵν' ὁδῷ καὶ ταφῇ «φανερωθῇ ἐν σαρκί, δικαιωθῇ ἐν πνεύματι, ὀφθῇ ἀγγέλοις»· οὕτω γὰρ «ο᾿̣φθεὶς ἐν κόσμῳ, κηρυχθεὶς ἐν ἔθνεσιν, ἀναλημφθήσεται ἐν δόξῃ». 1.145 Ἐπίστησον εἰ ταύτην τὴν νόησιν ὑποβάλλει τὸ τοῦ Ἰερεμίου ῥητὸν οὕτως ἔχον· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ ἀνθρώποις συνανεστράφη.» Ἡ γὰρ τοιαύτη ἀναστροφὴ σὺν ἀνθρώποις γινομένη ἀποστολή ἐστιν ὀπίσω τῆς τοῦ θεολογουμένου δόξης παντοκράτορος ὄντος· οὐ γὰρ ᾗ παντοκράτωρ ἀπεστάλη, ἀλλ' ᾗ «κενώσας ἑαυτὸν» τρόπῳ συγκαταβάσεως «μορφὴν ἔλαβε δούλου». 1.146 Τί δὲ προαναφωνεῖ τοῖς ἀκμὴν ἔτι τυγχάνουσιν ὑπὸ τὰ σκυλεύοντα αὐτοὺς ἔθνη; «Ὁ ἁπτόμενος, φησίν, ὑμῶν, ἅπτεται τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ», βλάπτοντος ἑαυτὸν μᾶλλον τοῦ πλήττοντος τοὺς δικαίους ἢ οὓς κακῶσαι βούλεται, παραπλησίως τῷ πλήττοντι τὴν τοῦ ὀφθαλμοῦ αὐτοῦ κόρην. Ἔστι συναγορεύειν τῇ θεωρίᾳ ταύτῃ ἐκ πολλῶν τόπων τῆς γραφῆς· βλάψαι θέλων τὸν Ἀβὲλ ὁ Κάϊν, προ̣απέκτεινεν ἑαυτὸν οὗ προτίθεται δολοφονῆσαι. Τοῦτ' αὐτὸ συνέβη καὶ τῷ Σαοὺλ διώκοντι τὸν ∆αυὶδ ἕνεκα τοῦ ἀποκτεῖναι, καὶ τῷ Ἀβεσσαλὼμ ἐπιθεμένῳ κατὰ τοῦ πατρὸς τυραννικῶς. 1.147 Σημαίνει ἐν τῷ προκειμένῳ προφητικῷ τὸ βλάψαι διὰ τοῦ ἅψασθαι, καὶ μάλιστα δι' ὧν ὁ Θεὸς αὐτὸς λέγει τοῖς φονικῶς ἐπιτιθεμένοις κατὰ τῶν αὐτοῦ ἀνθρώπων· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.» 1.148 Ψεκτῶς θιγεῖν τὸ ἅψασθαι κεῖται ἐν τῷ· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι», σημαῖνον τὸ πλησίασαι αἰσχρῶς καὶ ἀκολάστως. 1.149 ∆ηλοῦται ἐκ τούτου τοῦ ῥήματος καὶ τὸ θιγεῖν καλῶς προσψαῦσαι δι' ἁφῆς, ὡς ἐν τῷ ὑπὸ τοῦ Ἰησοῦ λεγομένῳ· «Ἥψατό μού τις», ὅτε ἡ αἱμορροοῦσα γυνὴ πόθῳ ἰαθ̣ήσεσθαι ἥψατο δραξαμένη τοῦ κρασπέδου τοῦ ἱματίου Ἰησοῦ. 1.150 Τοσούτων ὑποπεσόντων ἐπὶ τοῦ παρόντος ἐκ τῆς ἅπτεσθαι φωνῆς, ἡ νῦν προκειμένη προφητικὴ λέξις τὸ βλάψαι διὰ κακώσεως δηλοῖ. Ἅπτεται δὲ τῆς κόρης τοῦ ὄμματος τοῦ ἔσω ἀνθρώπου ὁ προτιθέμενος κακοῦν τοὺς ὑπὸ Θεοῦ φρουρουμένους. Φανεροῖ δὲ πῶς ἅπτεται τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ ὁ ἁπτόμενος τῶν Θεοῦ δούλων διὰ τὸ εἰπεῖν· «Ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτούς», τὴν παιδευτικὴν δύναμιν δηλονότι, ὥστε σκῦλα γενέσθαι οἷς πρότερον αὐτοὶ ἐσκύλευον, εἰς αἰχμαλωσίαν αὐτοὺς ἄγοντες, ὥστε δουλεύειν τοῖς καθ' ὧν αὐτοὶ τυραννικῶς ἐκράτουν. 1.151 Οὗπερ συμβάντος «γνώσεσθε ὅτι ἐγὼ Κύριος παντοκράτωρ εἰμί, ἀποσταλεὶς ὑπὸ Κυρίου παντοκράτορος» ἐπὶ τελειώσει τῶν προαναφωνηθέντων. Παντοκράτωρ παρὰ παντοκράτορος ἀποστελλόμενος ὁ Θεὸς Λόγος ἐστίν, ἐρχόμενος εἰς ἀνθρώπους «εὐδοκίᾳ Πατρός»· ᾧ γὰρ λόγῳ πάντων κρατεῖ βασιλικῶς ὁ Πατὴρ ὧν ἐποίησεν διὰ τοῦ Λόγου αὐτοῦ, τούτῳ καὶ ὁ Υἱὸς πάντων κρατεῖ καὶ βασιλεύει τῶν ἐν αὐτῷ συστάντων προϋπάρχων αὐτῶν. 1.152 Ἧι