1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

31

αὐτοῦ δηλωτικὸν ὑπάρχει καὶ τό· «Ἐπ' ὄρος Σιὼν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών.» 1.303 Καὶ ἕτεραι μυρίαι μαρτυρίαι εἰσὶν περὶ τούτου, ἃς ἐατέον παραφέρειν τὸ νῦν, ὅπως μὴ πέρᾳ τοῦ δέοντος πολὺς ὁ λόγος γένηται, μάλιστα ὅτι πολλάκις ἡρμήνευται τὰ περὶ τοῦ ὄρος εἶναι τὸν Σωτῆρα ἐν τοῖς ὑπομνήμασιν τῶν θείων Ψαλμῶν καὶ τῆς τελευταίας ὁράσεως τοῦ Ἠσαίου. 1.304 Ἀλλὰ καὶ λίθος εἴρηται ὁ ὀνομαζόμενος ὄρος Σωτὴρ ἐν τῷ· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.» Ταύτης τῆς λέξεως μνημονεύσας ἐν ταῖς Πράξεσιν τῶν Ἀποστόλων, ὁ κορυφαιότατος μαθητὴς τοῦ Σωτῆρος Πέτρος ἐλεγκτικώτατα πρὸς τοὺς αὐχοῦντας τὴν ἰουδαϊκὴν διδασκαλίαν φαρισαίους τε γραμματέας τε καὶ σαδδουκαίους εἶπεν· «Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὃς ἐγενήθη εἰς κεφαλὴν γωνίας.» 1.305 Καὶ ἐπεὶ μὴ μόνον κεφαλὴ τῆς θείας οἰκοδομῆς, ἀλλὰ καὶ θεμέλιός ἐστιν, ὁ Θεὸς περὶ αὐτοῦ ἐπαγγέλλεται φάσκων· «Ἰδοὺ τίθημι λίθον ἀκρογωνιαῖον εἰς τὰ θεμέλια τῆς Σιών, ἐκλεκτόν, ἔντιμον, ἐφ' ὃν ὁ πιστεύων ἀκαταίσχυντον ἔχει τὴν ἐλπίδα.» Ταύτας τὰς λέξεις ἐκθέμενος, Πέτρος ὁ Χριστοῦ μαθητής, ἐφ' ᾧ ἡ Ἐκκλησία ᾠκοδόμηται, παραινεῖ καὶ συμβουλεύει οἷς τὴν ἐπιστολὴν ἑαυτοῦ ἐχάραξεν· «Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα, ἐποικοδομεῖσθε εἰς οἶκον πνευματικὸν ἐν ᾧ πνευματικαὶ θυσίαι προσάγονται.» 1.306 Ποίας δὲ κληρονομίας ὑπάρχει ὁ λίθος; Ἐκείνης περὶ ἧς ἐν Ἠσαίᾳ φέρεται· «Ἔστιν κληρονομία τοῖς θεραπεύουσιν Κύριον», κἀκείνης περὶ ἧς ψάλλων ὁ ὑμνῳδὸς ἔφη· «Ἡ κληρονομία μου κρατίστη μοί ἐστιν· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.» 1.307 Ὅρα δὲ εἰ ὁ λίθος κληρονομίας ἐστὶν ἐκείνης τ̣η῀̣ς̣ συμπληρουμένης ἐκ τῶν καθ' ἕκαστα θεοσεβῶν, ἥτις ἐκλεκτὴ καὶ ποθουμένη ὑπάρχει ἀπὸ τοῦ αἰτίου τῶν ὅλων, κατὰ τὸ ἀπαγγελθὲν ὑπὸ τῶν πνευματοφόρων ἀνδρῶν, ἀποστόλων καὶ εὐαγγελιστῶν προφητῶν τε καὶ τοῦ τὰ πάντα μεγάλου ἱεροφάντου Μωϋσέως· «Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ», ὁ Θεὸς δηλονότι, «τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν.» 1.308 Ἰσοδυναμεῖ τῇ ἀπὸ τοῦ Ψαλμοῦ φωνῇ καὶ τὸ ἐν ᾠδῇ μεγάλῃ τοῦ ∆ευτερονομίου ἔχον ὧδε· «Ἐγενήθη μερὶς Κυρίου Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Μάλιστα δὲ ὁ ὑμνούμενος λίθος κληρονομίας ἐστὶν τῆς σημαινομένης ἐν δευτέρῳ Ψαλμῷ πρὸς αὐτοῦ τοῦ λίθου· «Κύριος εἶπεν πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγένηκά σε. Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» 1.309 Πρὸς τῇ ἀποδοθείσῃ θεωρίᾳ, τὸ ὄρος καὶ τὸν λίθον ἐκ παραλλήλου κατὰ τοῦ αὐτοῦ φέρεσθαι, λεκτέον καὶ ἑτέρως ὡς ἄλλο μὲν τὸ ὄρος, ἄλλο δὲ ὁ λίθος ἐστίν. Καὶ τὸ μὲν ὄρος τῆς κατορθώσεως ἡ ἀπειρόγαμος Μαρία ἐστίν· ὁ δὲ προελθὼν ἐξ αὐτῆς λίθος ὃν ἔτεκεν υἱὸν ἄνευ ἀνδρὸς ὑπάρχει. Μυσταγωγεῖ περὶ τούτων ἡ τοῦ σοφωτάτου ∆ανιὴλ βίβλος. 1.310 Εἴρηται γὰρ ἐν αὐτῇ ὡς ὁ πατάττων λίθος τὰς διαφόρους βασιλείας καὶ τὴν ἐξ αὐτῶν συμπληρουμένην εἰκόνα ἄνευ χειρῶν τέτμηται καὶ ἀπέσπασται ἀπ' αὐτοῦ ἄνευ τῆς εἰωθυίας καὶ μεμελετημένης πρὸς γένεσιν τῆς ἐκ γονέων ἐνεργείας. Ὅσοι μὲν γὰρ ἐξ ἀμφοτέρων γονέων τὴν γένεσιν ἔχουσιν ἄνθρωποι, ἐκ χειρῶν τῶν γαμηλίων πράξεων ἀποσπῶνται καὶ τέμωνται τῶν κυουσῶν, μόνου τοῦ τεχθέντος ἐκ τῆς ἄνδρα μὴ γνούσης παρθένου ἄνευ χειρῶν ἀπεσπασμένου καὶ τμηθέντος ἀπ' αὐτῆς. 1.311 Πρὸ προσώπου δὲ Ζοροβάβελ ὑπῆρκται τὸ ἐκ τοῦ ὄρους ἄνευ χειρῶν τμηθῆναι τὸν λίθον, διὰ τὸ καὶ ἐξ αὐτοῦ τὸν Ἰησοῦν γενεαλογεῖσθαι. Ἑρμηνεύεται γοῦν «ῥύσεως μετακίνησις» διὰ τὸ τὴν εἰωθυῖαν ῥύσιν τῶν γονέων μετακεκινῆσθαι, ὑπὸ μόνης ἄνευ ἀνδρὸς παρθένου ἀποτετελέσθαι. 1.312 Χάριτος δὲ χάριτα ἔχει ὁ ἐξωσθεὶς τῆς κληρονομίας λίθος, κατὰ τὴν νόησιν οὗ εἶπεν ὁ βαπτιστὴς Ἰωάννης «ὅτι ἐκ τοῦ πληρώματος ἡμεῖς πάντες ἐλάβομεν». Ὅλη γὰρ ἡ ἐπιδημία τοῦ Σωτῆρος καὶ ἡ ἐπ' αὐτῇ σωτηρία χάριτι