1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

36

τῶν κολάσεων αὐτῶν. «Ποιήσατε γὰρ καρποὺς ἀξίους τῆς μετανοίας»· καὶ μεθ' ἕτερα· «Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.» 1.352 Κατὰ τῶν οὕτως ἑρμηνευομένων φυτῶν, ἡ ἀρὰ δρεπάνου δίκην ἐπάγεται ἐπὶ τῷ ἐκκοπῆναι ἐκείνους περὶ ὧν εἴρηται καρπὸν ὀλέθριον καὶ ἐπιβλαβῆ φερόντων· «Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρων· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος.» 1.353 Φαυλῆς δὲ προαιρέσεως, δίκην βλαβερᾶς ἀμπέλου, δηλητηρίους καρποὺς ἀγαγούσης, ἔδει ὀξεῖ δρεπάνῳ ἐκκοπῆναι, καὶ τὴν σταφυλὴν καὶ τὸν βότρυν περιαιρεθῆναι. Τούτων ὁλοσχερέστερον φανέντων, ὅρα καὶ τὰ καθ' ἕκαστον ὡς οἷόν τε σαφηνίσαι. 1.354 Ἐπιστρέψας ὁ προφήτης ἐξ ὧν εἶδεν ἤδη καὶ ἐδίδαξεν, ἐπάρας τοὺς φωτεινοὺς τῆς καρδίας ὀφθαλμοὺς αὐτοῦ, ὁρᾷ πετάμενον δρέπανον, οὐκ αἰσθητόν, ἀλλὰ νοούμενον δηλονότι, ἔχον μ̣ῆκος πήχεων εἴκοσι καὶ πήχεων δέκα τὸ πλάτος, ἐκκόπτον «πᾶσαν φυτείαν ἣν οὐκ ἐφύτευσεν ὁ οὐράνιος Πατήρ». Καὶ πάντα ἐκτεμνόμενα ἀκάθαρτα τυγχάνει. 1.355 Εἰκοσαπήχει τὸ μη῀̣κος δρεπάνῳ ἡ ἐκτομὴ γίνεται· οὐ καθαρὸς γὰρ ὁ εἴκοσι ἀρ̣ιθμός, δυὰς ὢν ἐν δεκάσιν. Ἀλλ' ἐπεὶ μὴ μένει ἀεὶ μόνον τὸ μῆκος, πλάτος προσλαμβάνει πήχεων δέκα. Ἔοικεν δὲ ὁ ἀριθμὸς οὗτος μονάδι. ∆είκνυται δὲ διὰ τῶν ἐκκειμένων μέτρων ὅτι τέλος αἴσιον καὶ ἐπωφελὲς ἐπιγίνεται τοῖς διὰ τοῦ δρεπάνου κεκαθαρμένοις. 1.356 Ἀρὰ δὲ καλεῖται τὸ δρέπανον διὰ τὸ πόνους καὶ κακώσεις ἐμποιεῖν τοῖς καθαιρομένοις, ἐκδίκησιν ἐπάγον κατὰ παντὸς κλέπτου καὶ ὀμνύντος τὸ ὄνομα Κυρίου ἐπὶ ψεύδει. Ἵν' οὖν μή τις ταῦτα παθῇ, τηρείτω τὰς οὕτω ἐχούσας ἐντολάς, ἐν μὲν τῇ μωσαϊκῇ διδασκαλίᾳ· «Οὐ μοιχεύσεις, οὐ κλέψεις», ἐν δὲ τῇ ἀποστολικῇ· «Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν.» 1.357 Ὅνπερ δὲ τρόπον παραιτητέα ἡ κλοπὴ διὰ τὴν ἀρὰν καλουμένην δρέπανον, οὕτω φευκτέα ἔστω ἡ ἐπιορκία, «οὐ λαμβανομένου τοῦ ὀνόματος Κυρίου ἐπὶ ματαίῳ». Μετ' ὀλίγα γοῦν τῆς προφητείας ἀπαγορεύεται ἡ ἐπιορκία οὕτως· Καὶ τοὺς λαμβάνοντας τὸ ὄνομα Κυρίου ἐπὶ ψεύδει «καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε». 1.358 Περὶ τῆς τοιαύτης ἀρᾶς ὁ Κύριος λέγει οὔσης δρεπάνου· «Ἐξοίσω αὐτὸ» ψήφῳ κρίσεως, «καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ ἐπιόρκου καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα καὶ τοὺς λίθους αὐτοῦ.» Ὥσπερ δὲ ὁ συντελούμενος οἶκος οὐκ αἰσθητόν ἐστιν οἰκοδόμημα, οὕτως οὐχ ὁρατὰ τὰ συμπληροῦντα καὶ ἀπαρτίζοντα αὐτὸν ξύλα καὶ λίθοι. 1.359 Παρὰ τοῖς λοιποῖς τῶν ἑρμηνευσάντων τὴν ἑβραϊκὴν γραφήν, διφθέρα ἡ ἀρὰ εἴρηται, καλύπτουσα δηλονότι τοὺς ἁλόντας αὐτῇ κλέπτην καὶ ἐπίορκον. Πέταται δὲ τὸ δρέπα̣νον τοῦτο τάχιστα ἐπὶ πᾶσαν τὴν γῆν ἐρχόμενον. Καὶ κ̣ατὰ δεύτερον λόγον πέταται ὅτι οὐ μόνον τῶν ἐπὶ γῆσ ἁμαρτανόντων, ἀλλὰ καὶ τῶν ἐν ἀέρι ἅπτεται καὶ τῶν ἁπανταχοῦ ἀσεβούντων κολαζομένων. 1.360 Τάχ̣···· ἐν μέσῳ τοῦ οἴκου, τοῦτ' ἔστι τῷ ἡγεμονικῷ, καταλύει τὸ δ̣ρέπανον, παραπλησίως τῇ μαχαίρᾳ τῇ σχιζούσῃ μέσον τὸν κατὰ Σωσάννης μοιχικῶς ἐπιμανέντα κριτὴν τοῦ Ἰσραήλ. Καὶ ἐν τούτῳ γὰρ τῷ ῥητῷ τὸ σχισθῆναι μέσον τὸν ἐπὶ μοιχείᾳ κατακριθέντα, τὸ διῃρῆσθαι τὸ ἡγεμονικὸν αὐτοῦ σημαίνει. 1.361 Zach. V, 5-8: Καὶ ἐξῆλθεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τὸ ἐκπορευόμενον τοῦτο. Καὶ εἶπα· Τί ἐστιν; Καὶ εἶπεν· Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. Καὶ εἶπεν· Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ γυνὴ μία ἐκάθητο ἐν μέσῳ τοῦ μέτρου. Καὶ εἶπεν· Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίθον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς. 1.362 Ὁ λαλῶν συνηθῶς ἄγγελος ἐν τῷ προφήτῃ