1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

39

παρθένων ἀνδρῶν μὴ μολυνθέντων μ̣ετὰ γυναικὸς ὁ Ἰωάννης εἶδεν ἐν τῇ Ἀποκαλύψει. Εἰ γὰρ καὶ ἀνάγεται τὰ περὶ τῶν παρθένων τῶν συμπληρούντων τὸν ἕκατον τεσσαράκοντα τέσσαρα ἀριθμόν, ἀλλ' οὖν ἁγνῆς καὶ σώφρονος διαγωγῆς ἕνεκα, οὐ λυπεῖ ἐκδέξασθαι τὸ ῥητὸν κατὰ πρόχειρον. 1.384 Φέρεται ἐν τῇ βίβλῳ τῆς κατηχήσεως τῇ Ποιμένι ἐπιγεγραμμένῃ πολλὰ διὰ γυναικῶν καὶ παρθένων δηλούμενα, ὧν τὰ μὲν ἀρετὰς καὶ εὐλογίας δηλοῖ, τὰ δὲ κακίας καὶ κολάσεις, ἃς ὁ ἐντυχὼν ἐκλήμψεται ἀπὸ τοῦ βιβλίου. 1.385Zach. V, 9-11: Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον· καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν· καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ. Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί· Ποῦ αὗται ἀποφέρουσιν τὸ μέτρον; Καὶ εἶπεν πρός με· Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ. 1.386 Καὶ νῦν ἐπάρας τοὺς ὀφθαλμοὺς τοῦ ἔσω ἀνθρώπου ὡς ἐν ταῖς προλαβούσαις ὀπτασίαις, εἶδεν δύο γυναῖκας ἐκπορευομένας ἐπτερωμένας, καὶ πνεῦμα ἦν ἐν ταῖς πτέρυξιν αὐτῶν. Ἦσαν δὲ αἱ πτέρυγες αὐτῶν ὡς πτέρυγες ζῴου τοῦ καλουμένου ἔποπος. Αἱ οὕτως ἐκπορευόμεναι γυναῖκες ἀνέλαβον τὸ προηρμηνευμένον μέτρον, οὗ ἐν μέσῳ ἡ καλουμέν̣η ἀνομία γυνὴ ἐτύγχανεν, καὶ ἀνέλαβον αὐτὸ ἐν μέσῳ τ̣ῆς̣ γῆς καὶ τοῦ οὐρανοῦ. Τούτων οὕτω τεθεωρημένων, ···επυθόμην τοῦ λαλοῦντος ἐν ἐμοὶ ἀγγέλου· «Ποῦ ἀποφέρουσιν τὸ μέτρον; Καὶ εἶπέν μοι· Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ε᾿̣ν̣ γῇ Βαβυλῶνος, καὶ θήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτ̣οιμα̣σίαν αὐτοῦ.» 1.387 Ἐπιστατέον τίνες αἱ δύο γυναῖκές εἰσιν. Ὅρα εἰ δύνανται αἱ δύο κακίαι εἶναι ἤτε ἠθικὴ ἡ κατα`̣ παράβ̣ασιν τῶν θείων ἐντολῶν συνισταμένη ἢ ἡ ψευδὴς περὶ τῶν φρονητέων δόξα καὶ αἱ ἐνεργοῦσαι αὐτὰς πονηραὶ δ̣υ̣ν̣άμεις. 1.388 Ὤφθησαν δὲ πτέρυγας ἔχουσαι πνεύματος πεπληρωμένας, ἐκείνου περὶ οὗ γράφει ὁ Ἀπόστολος· «Ἐν οἷς ποτε καὶ ὑμεῖς περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὴν ἐξουσίαν τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.» 1.389 Τάχα δὲ συγγενές ἐστιν, φαῦλον ὂν τὸ ἐν ταῖς ἐκκειμέναις πτέρυξιν, τῷ ἀκαθάρτῳ πνεύματι τῷ ἐκβαλλομένῳ ὑπὸ Ἰησοῦ ἀπὸ τοῦ ἀνθρώπου, ὅπερ ἐκβληθὲν ὑπὸ Ἰησοῦ, ἐὰν ὑποστρέψαν εὕρῃ σχολάζοντα καὶ σεσαρωμένον τὸν τόπον ἀφ' οὗ ἐξεβλήθη, σχολὴν χειρίστην ἔχοντα καὶ σεσαρωμένον, ἀποβληθέντων πάντων ὧν εἶχεν καλῶν, παραλαμβάνει πνεύματα ἕτερα ἑπτὰ πονηρότερα αὐτοῦ, εἰσέρχεται καὶ «κατοικεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων». 1.390 Πρὸς παράστασιν τοῦ ψεκτὰς εἶναι τὰς πτέρυγας τῶν γυναικῶν, παρεβλήθησαν καὶ ὡμοίωνται ταῖς τοῦ ἔποπος πτέρυξιν. Ἀκάθαρτ̣ον δ' ἐστὶν τοῦτο τὸ ζῷον, νεκρῶν φίλον ὂν καὶ σκυβάλων ἀνθρωπίνων· νέμεται γοῦν ἐν τοῖς μνήμασιν καὶ νεοσσιὰν ἑαυτῷ ποιεῖ ἐκ κόπρου ἀνθρωπίνης, ἵνα ᾦα θεὶς ἐν τῇ νοσερᾷ καλιᾷ ἐπῳάσῃ καὶ νεοσσοποιήσῃ νεοττοὺς ὁμοίους αὐτῷ. 1.391 Ἔσχεν δὲ τὴν προσηγορίαν ταύτην ἀπὸ τοῦ ἐποπτεύειν κ̣αὶ ε᾿̣φορᾶν τὰ ἀνθρώπινα. Χρῶνται δὲ αὐτῷ αἱ γυναῖκες πεφθέντι εἰς κακοσχολίας, ἤτοι τὰς παραλαμβανομένας εἰς̣ ····λια καὶ φθόρια, ἢ τὰ ἀγώγιμα εἰς φίλτρον ἀκόλαστον κα̣ὶ ἐραστικόν. 1.392 Σκοπητέον τί τὸ ζῷον τοῦτο κατ' ἀναγωγη`̣ν ἐκλα̣βεῖν δεῖ, καὶ ὅρα εἰ δυνατόν. 1.393 Ἢ τὸν διάβολον σημαίνει, ἢ τὸν ἀντίχριστον. Οὐκ ἀπογνωστέον δὲ καὶ τῶν ἑτεροδόξων ἕκαστον. Χαίρει δὲ καὶ ὁ διάβολος καὶ ὁ ἀντίθεος ἀντίχριστος καὶ τῶν αἱρετικῶν ὁ λόγος νέμεσθαι περὶ μνήματα, τὰ αὐτὰ ὄντα τοῖς τάφοις κατὰ ἀλληγορίαν «τοῖς ἔξωθεν κεκονιαμένοις, ἔσωθεν γέμουσιν πάσης ἀκρασίας» καὶ τῶν παραπλησίων λογισμῶν χωριζόντων ἀπὸ Θεοῦ διὰ τὸ εἶναι σκολιοί. Εἴρηται γὰρ ἐν τῇ παναρέτῳ Σοφίᾳ τοῦ Σαλωμῶνος· «Σκολιοὶ