1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

44

σκεύη τοῦ ἱεροῦ, ἀλλὰ καὶ ἃς ἐκτήσαντο ἐκεῖ ἀρετὰς καὶ τὰ σοφὰ νοήματα. ᾿Ω̣φεληθέντες γὰρ ἐκ τῆς ἀηδοῦς καὶ ἐπιπόνου καταστάσεως, ἐκτήσαντο τὰ ἀγαθὰ περὶ ὧν εἴρηται ἐν ᾠδῇ μιᾷ τῶν ἀναβαθμῶν πρὸς τὸν εὐλογούμενον παρὰ Κυρίου· «Ἴδοις τὰ ἀγαθὰ Ἰερουσαλήμ», 2.11 καὶ ἔτι· «Πεποιθὼς ἔσει ἐπὶ Κύριον καὶ ἀναβιβάσῃ σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς», ἥτις κληρονομία δίδοται τοῖς μαθοῦσι παρὰ Ἰησοῦ «ὅτι πραῢς καὶ ταπεινὸς τῇ καρδίᾳ ἐστίν». Περὶ ἧς ὁ ὑμνῳδὸς κέκραγεν· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.» Συμφώνως καὶ ὁ μακάριος π̣ροφήτης Ἠσαΐας προτρέπει πόθον λαβεῖν τῶν ἡρμηνευμένων ἀγαθῶν· «Ἐὰν γάρ, φησίν, θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.» 2.12 Λαβόντος τὰ ἀπὸ τῆς αἰχμαλωσίας τοῦ πρόσταξιν περὶ τούτου εἰληφότος πρὸς τοῦ γενομένου Κυρίου λόγου πρὸς αὐτόν, κελεύεται εἰσιέναι εἰς τὸν οἶκον Ἰωσίου, τοῦ μεταλαμβανομένου εἰς «σῳζόμενον». 2.13 Προσήκει γὰρ τὸν σῳζόμενον ὑπὸ Κυρίου, περὶ οὗ γέγραπται· «Ὁ Θεὸς ἡμῶν Θεὸς τοῦ σῴζειν», ἐληλυθότος «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός», υἱὸν εἶναι Σοφονίου τοῦ ἑρμηνευομένου «χρονισμὸς Ἰαώ». Χρονισμὸς γὰρ ἐγγίνεται ὑπὸ Θεοῦ τῷ σωθέντι σωτηρίαν αἰώνιον, ἧς αἴτιος ὁ Σωτὴρ ὑπάρχει, περὶ ἧς γράφει ὁ Ἀπόστολος λέγων περὶ τοῦ Σωτῆρος· «Τελειωθείς, ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου.» 2.14 Τῷ προσταχθέντι εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ ἥκοντος ἐκ Βαβυλῶνος εἰς τὴν Ἰερουσαλὴμ τὴν ἁγίαν πόλιν πρόσταξις δίδοται λαβεῖν ἀργύριον καὶ χρυσίον καὶ ποιῆσαι στεφάνους ἵν' ἐπιτεθῶσιν τῇ κεφαλῇ τοῦ μεγάλου ἱερέως, Ἰησοῦς δ' ἐστὶν οὗτος, τοῦ ἀληθινοῦ Ἰησοῦ ὄντ̣ος σωτηρίας Θεοῦ, μεταλαμβανομένου εἰς τὸ «σωτηρία Ἰαώ», δηλὸν δ' ὅτι τοῦ Θεοῦ· ἓν δὲ τῶν ὀνομάτων τοῦ Θεοῦ τὸ Ἰαὼ Ἑβραίων φωνῇ. 2.15 Τί τὸ χρυσίον καὶ τὸ ἀργύριον ἀφ' ὧν κατασκευάζονται στέφανοι πλείονες ὑπὸ τοῦ τὴν ἐντολὴν εἰληφότος θεασώμεθα. Ἄργυρος ὁ λόγος καὶ χρυσὸς ὁ νοῦς ἀλληγορίας νόμῳ ἐκλαμβάνονται. Λέγεται γοῦν ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων περὶ τούτων ὄντων νοητῶν κειμηλίων πρὸς τὴν νύμφην ὑπὸ τῶν φίλων το̣ῦ νυμφίου αὐτῆς βασιλέως ὄντος· «Ὁμοιώματα χρυσο̣ῦ ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ.» 2.16 Εἰκὸς δὲ ὁμοιώματα τοῦ πνευματικοῦ χρ̣υσοῦ τυγχάνειν τὰ σκιώδη καὶ εἰκονικὰ παιδεύματα τῆς πρ̣ὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος γραφῆς· ἃς «σκιὰς» λέγει εἶναι «τῶν μελλ̣όντων ἀγαθῶν» ὁ Ἀπόστολος καὶ «εἰκόνα τῶν ὑπεραναβεβηκότων πραγμάτων»· ταῦτα δ' ἐστὶν τὰ μέλλοντα ἀγαθὰ κατὰ τὸ ζωοποιοῦν Πνεῦμα συνιστάμενα. 2.17 Καὶ ἐπεὶ τὰ ὁμοιώματα τοῦ εἰρημένου νοητοῦ χρυσίου ἐκ τῶν θεοπνεύστων λογίων ποικίλλεται καὶ κατασκευάζεται, ἀπὸ στιγμάτων τοῦ ἀργυρίου τὴν ποικιλίαν δέχεται τὰ ὁμοιώματα τοῦ νοητοῦ χρυσοῦ. Τί δὲ τὸ ἀργύριον ἀφ' οὗ τῶν στιγμάτων τὰ ὁμοιώματα τοῦ χρυσίου κατακοσμεῖται, ἢ «τὰ ἁγνὰ λόγια τοῦ Κυρίου ὄντα ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ». 2.18 Περὶ τοῦ ἀποδοθέντος νοητοῦ χρυσίου καὶ τοῦ καταλλήλου ἀργύρου ἐν αὐτῷ τῷ ἐπιθαλαμίῳ ὑμεναίῳ λέγεται περὶ τοῦ εἰρηνικοῦ νυμφίου· «Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλου τοῦ Λιβάνου· στύλους ἐποίησεν ἑαυτῷ ἀργύρους, καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον.» Τούτου τοῦ πνευματικοῦ φορείου ἐξ ἀργύρου τοῦ προειρημένου οἱ στῦλοι πεποίηνται καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρύσεον νοερὸν ὑπάρχον. 2.19 Καὶ ἐπεὶ συμβαίνει νικήτας ἀποδείκνυσθαι ἐκ τῶν εἰρημένων κειμηλίων τοὺς ἀθλοῦντας ὑπὲρ εὐσεβείας, «ἀγωνιζομένους ἕως θανάτου ὑπὲρ ἀληθείας», ἐξ αὐτῶν οἱ στέφανοι κατασκευάζονται τῶν πνευματικῶν κειμηλίων, ἵνα ἀναδήσωνται αὐτοὺς ταῖς σφῶν κεφαλαῖς οἱ μάρτυρες τῆς ἀληθείας καὶ πάντες οἱ καταπαλαίσαντες τοὺς ἀσάρκους ἀντιπάλους, ὑπὸ πόδα λαβόντες τοὺς πρὸς οὓς τὴν πάλην εἶχον καλουμένους «ἀρχάς, ἐξουσίας, κοσμοκράτορας τοῦ σκότους