1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

45

τούτου, πνευματικὰς πονηρίας». 2.20 Πολλῶν καὶ διαφόρων ὄντων τῶν παλαισμάτων, ἀνάγκη καὶ τὰ ἔπαθλα πολλὰ καὶ διάφορα τυγχάνειν. ∆ιὸ οὐχ εἷς ἀλλὰ πολλοὶ στέφανοι τεχνιτεύονται ὑπὸ τοῦ τὴν πρόσταξιν δεξαμένου. Ἑκάστη γὰρ ἀρετὴ καὶ ἔργα τὰ κατ' αὐτὴν τελούμενα οἰκεῖον ἔχει στέφανον. 2.21 Ὁ γὰρ τοὺς νόμους τοῦ Πατρὸς ἑαυτοῦ Θεοῦ ἀκούσας καὶ «τοὺς θεσμοὺς τῆς μητρὸς αὐτοῦ μὴ ἀπωσάμενος» «τῆς ἐλευθέρας ἄνω Ἰερουσαλὴμ» καὶ «τῆς ἐνδόξου Ἐκκλησίας» «στέφανον χαρίτων» δέχεται εἰς τὴν ἑαυτοῦ κεφαλήν, «κλοιῷ χρυσέῳ» κοσμούμενος τὴν ὑποτακτικὴν τῆς ψυχῆς δύναμιν, «τράχηλον» ἀλληγορικῶς καλουμένην. Καὶ ἐν τῇ λέξει ταύτῃ ὁ χρύσεος κλοιὸς οὐκ ἐξ αἰσθητῆς ὕλης, ἀλλὰ νοῦ θείου τὴν κατασκευὴν ἔχει. 2.22 Χάριτες ἐν τούτοις ἐξ ὧν πλέκεται ὁ στέφανος ὃν ἀναδεῖται ἡ κεφαλὴ τοῦ ἀκούσαντος τοὺς λόγους τοῦ γεννήσαντος αὐτὸν Θεοῦ ἐκ τοῦ δικαιοσύνην ποιεῖν. «Πᾶς γ̣ὰρ ποιῶν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγέννηται», καὶ φυλάττων τοὺς θεσμ̣οὺς τῆς προαποδοθείσης μητρὸς ἥκιστα ἀπωθούμενος αὐτ̣ούς· αἱ κατ' εἶδος ἀρεταὶ τυγχάνουσιν χαριτοῦσαι τὸ στεφόμενον καὶ «σῴζουσαι χάριτι» τὸν μετέχοντα αὐτῶν. 2.23 Ἔστιν ἕτερον ἀγ̣ώνισμα οὗ ὁ ἐχόμενος «κατατρυφᾷ τοῦ Κυρίου», μεταλαμβάνων αὐτοῦ ὡς ἄρτου ζῶντος, καὶ πίνων «τὸ ποτήριον» ὃ προτείνει τοῖς ὀρεγομένοις πότ̣ο̣υ̣ «μ̣εθύσκον ὡς κράτιστον» ὑπα´̣ρχον, ὡς τὸν πεπωκότα χαριστηρίως τῷ ὀρέξαντι φάναι· «Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.» Ὁ ταύτην τὴν εὐωχίαν ἀβλαβῶς καὶ εὐαρέστως δεξάμενος πεισθεὶς τῷ εἰρη̣κότι ἀθλοθέτῃ· «Εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος», δε´̣χεται στέφανον τρυφῆς, ἅμα κόσμον καὶ ὅπλον σωτήριον υ῾̣πάρχ̣οντα, πρὸς τῆς λεγούσης σοφίας· «Στεφάνῳ τρυφῆς ὑπεράσπισαί σου.» 2.24 Παῦλος ὁ ἀπόστολος πόθῳ βραβείων καὶ στεφάνου «τὸν καλὸν ἀγῶνα ἠγωνίσατο, ἐτέλεσε τὸν δρόμον» ἐκεῖνον περὶ οὗ ὁ ὑμνῳδὸς λέγει· «Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα»· καὶ ἐν ἑτέρῳ Ψαλμῷ· «Ὁδὸν ἐντολῶν σου ἔδραμον ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.» Ἁρμονίως ὁ τελέσας τὸν δρόμον τοῦτον καὶ τὴν εἰς Τριάδα «τηρεῖ πίστιν», οὐδὲ κατὰ ποσὸν ὀλισθάνων, βεβαιωθεὶς ἐν αὐτῇ, κατὰ τὸ πρός τινας λεχθὲν ἐν ἐπαίνῳ· «Τῇ πίστει ἑστήκατε.» 2.25 Τί δ' ἀποδοθήσεται τῷ ἀγωνισαμένῳ τὸν καλὸν ἀγῶνα καὶ τελ̣έσαντι τὸν ἡρμηνευμένον δρόμον καὶ τηρήσαντι τὴν «εἰς δικαιοσύνην λελογισμένην πίστιν», ἢ ὁ τῆς δικαιοσύνης στέφανος; Ὁ οὕτως ἀνδραγαθισάμενος «τὸν καλὸν ἀγῶνα ἠγώνισμαι» καὶ τὰ συνωνομασμένα ἐπιφέρει. «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής, οὐκ ἐμοὶ δὲ μόνον, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν» τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. 2.26 Οὗτος ὁ στέφανος καὶ τῆς αἰωνίου ζωῆς ὑπάρχει, ὡς Ἰάκωβος ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ χαράττει φάσκων· «Ὁ μακάριος ἀνὴρ ὃς ὑπομε´̣ν̣ει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ ἐπεὶ ταὐτόν ἐστιν τλητικῶς πειρασμὸν ὑπομεῖναι τῷ τ̣ο`̣ν̣ κ̣αλὸν ἀγῶνα ἀγωνίσασθαι, τελέσαι τε τὸν δ̣ρ̣ο´̣μον καὶ τηρῆσαι τὴν π̣ίστιν, εἰκὸς ὡς ὁ τῆς δικαιο̣σ̣ύνης στέφανος τῷ τῆς ζωῆς ὁ αὐτὸς ὑπάρχει. 2.27 Οἱ γενάμενοι πολλοὶ στέφανοι ἐκ τῶν νοητῶν χρυσ̣ο̣ῦ καὶ ἀργύρου ἐπιτίθενται τῇ Ἰησοῦ κεφαλῇ, τοῦ τῆς δικαιοσύνης, - τὸ γὰρ Ἰωσεδὲκ εἰς τὸ «δικαιοσύνη» μεταλαμβάνεται ἐκ τῆς ἑβραϊκῆς εἰς τὴν ἑλλάδα φωνήν. Καὶ ὅρα γε πῶς μία κεφαλὴ ἡ τοῦ Ἰησοῦ πολλοὺς στεφάνους δέχεται. Ἐπειράσθη γὰρ «κατὰ πάντα χωρὶς ἁμαρτίας», διαθλήσας τοὺς ἀγῶνας. 2.28 Ἐπίστησον κατὰ θεωρίαν̣ ἄλλην πῶς ἡ κεφαλὴ Ἰησοῦ τοῦ μεγάλου ἱερέως δέχεται τ̣οὺς πάντων στεφάνους. Πάντες οἱ πιστεύοντες σῶμα τοῦ Χριστου῀̣ κ̣αι`̣ μ̣έλη τυγχάνουσιν· εἴρηται γὰρ πρὸς τοὺς συμπληροῦντας τὸ ἄθροισμα τῆς Ἐκκλησίας· «Ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέλους.» Τούτων τῶν μελῶν τοῦ σώματος οἱ