1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

48

Σαφηνισθέντων τῶν παραληφθέντων προφητικ̣ω῀̣ν πρὸς ἀπόδειξιν τῆς τοῦ Ζαχαρίου προφητικῆς λέξεως, καιρὸς καὶ αὐτὴν θεωρῆσαι. 2.49 «Ἰδού, φησίν, ἀνατολὴ ὄνομα αὐτῷ.» Πρὸς τοῖς εἰρημένοις τὴν ἐνανθρώπησιν δηλοῦσθαι ἐκ τοῦ· «Ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ», ἐπίστησον εἰ ἀνὴρ ἐνταῦθα καλεῖται ὁ νυμφίος ὁ τὴν νύμφην ἔχων. Τοῦτο γὰρ ὁ Ἀπόστολος φανεροῖ, γράφων Κορινθίοις· «Βούλομαι τοὺς πάντας ὑμᾶς ἑνὶ ἀνδρὶ ἁρμόσαι, παρθένον ἁγνήν.» 2.50 Εἰς τοῦτον τὸν ἄνδρα καταν̣τῆσαι προσδοκία ἐστὶν τοὺς πεπληρωμένους τῆς γνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡς πάλιν ὁ αὐτὸς ἐν Χριστῷ λαλῶν Παῦλος χαράττει· «Μέχρι οὗ καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος» τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς τοῦτον γὰρ τὸν τέλειον ἄνδρα, τὸν περὶ οὗ ὁ βαπτιστὴς Ἰωάννης̣, οὗ «ἐν γεννητοῖς γυναικῶν οὐδεὶς μείζων ἐγήγερται», φησίν· «Ἔρχεται ὀπίσω μου ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν»· τοῦτον τὸν ἄνδρα σημαίνει φάσκων· «Ὁ ἔχων τὴν νύμφην νύμφιός ἐστιν· ὁ δὲ φίλος τοῦ νυμφίου χαρᾷ χαίρει διὰ τὴν λαλιὰν τοῦ νυμφίου.» 2.51 Οὗτος ὁ δεικνύμενος ὑπὸ τοῦ προφήτου ἄνθρωπος ἀνατολὴ προσαγορεύεται, ἐκείνη περὶ ἧς ἐν Εὐαγγελίῳ ὁ τοῦ βαπτιστοῦ πατὴρ Ζαχαρίας, πλησθεὶς Πνεύματος ἁγίου, ἀνεφθέγξατο· «Ἀνατολὴ ἐξ ὕψους», φωτὸς ἀληθινοῦ καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου, «ἐπέφανεν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις», ἵνα, λυθέντος τοῦ σκότους καὶ μηκέθ' ὑπαρχούσης τῆς τοῦ θανάτου σκιᾶς, μεταβῶμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, καὶ καταυγασθέντες φῶς ἐν Κυρίῳ γενώμεθα, ἀποβαλόντες τὸ ἐξ ἀγνωσίας Θεοῦ καὶ τῆς λοιπῆς κακίας σκότος, φῶς ἐν Κυρίῳ γενώμεθα κατὰ τὴν φιλοσοφίαν τοῦ γράφοντός τισιν· «Ἦτε γὰρ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.» 2.52 Περὶ τῆς ἀνατολῆς ταύτης ἀναστάσης ἐκ τοῦ ∆αυίδ, ὁ πατὴρ τοῦ βαπτιστοῦ πρὸς ἑτέροις περὶ τοῦ Θεοῦ καὶ τόδε φησίν· «Ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐξ οἴκου ∆αυίδ», τοῦτ' ἔστιν βασιλέα σωτηρίας. Ἐν πολλοῖς γὰρ τόποις τῆς γραφῆς, οὐχ ἥκιστα δὲ ἐν τῷ σοφῷ ∆ανιήλ, βασιλεῖς καὶ βασιλεῖαι κέρατα καλοῦνται. 2.53 Τούτῳ τῷ ἀναστάντι ἐν τῷ οἴκῳ τοῦ ∆αυὶδ χρώμενοι, οἱ σοφοί φασιν τῷ Θεῷ· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.» 2.54 «Ὑποκάτωθεν» τοῦ δεικνυμένου ἀνδρὸς ἀνατολῆς καλουμένου, «ἀνατελεῖ» ἤτοι φῶς, ἢ φυτὸν σωτηρίους φέρον καρπούς-κοινῶς γὰρ κατὰ φωτὸς καὶ φυτοῦ τὸ ἀνατέλλειν ῥῆμα τέτακται, -ἅπερ ὑποκάτωθεν ἀνατελεῖ τοῦ μεγάλου διδασκάλου, νομοθέτου τε καὶ βασιλέως. 2.55 Τίνα δὲ τὰ ὑποκάτω αὐτοῦ, ἢ τὰ ὑποτεταγμένα νόμοις 2.55 θείοις καὶ συμφυεῖ παιδεύσει λογικά; Πῶς γὰρ οὐχ ὑποκάτω πᾶς ὁ ἐπαινετω῀̣ς καλούμενος ἀνήρ, τοῦ Χριστοῦ ὄντος αὐτοῦ κεφαλῆς; Καὶ πάντα δὲ τὰ μέλη Χριστοῦ συμπληρωτικὰ ὄντα τῆς Ἐκκλησίας οὔσ̣ης σῶμα Χριστοῦ, ὑποκάτω τοῦ Χριστοῦ τυγχάνει ὑπάρχοντος κεφαλῆς τῆς Ἐκκλησίας. 2.56 Οὕτω καὶ βασιλέως καὶ διδασκάλου ὑποκάτω ἐρεῖς τοὺς ὑπηκόους καὶ μαθητάς, ἐξ ὧν ἀνατολὴ γίνεται φωτὸς τῆς γνώσεως τῆς ἀληθείας καὶ δένδρου τοῦ καλὸν καρπὸν φέροντος, πρὸς ὃ διαλεγόμενος οἷα φυτουργὸς ὁ Θεός φησιν· «Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν»· ἀπέστω δὲ ἑκάστου θεοσεβοῦς τό· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» 2.57 Ὑποκάτω δὲ τοῦ πνευματικοῦ γεωργοῦ ἀνατελεῖν ἐρεῖς καὶ τὰς κατ' εἶδος ἀρετὰς καὶ τὰ τούτων ἔργα, γενήματα δικαιοσύνης ὄντας, περὶ ὧν ὁ μὲν Ἀπόστολος γράφει· «Ὁ Θεὸς ἁγιάσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν», ὁ δὲ προφήτης Ὠσῆε· «Ἐκζητήσατε τὸν Κύριον ἕως οὗ ἔλθῃ γενήματα δικαιοσύνης ὑμῖν.» Ταῦτα «ἐν ἀγαλλιάσει θερίζουσιν οἱ σπείροντες αὐτὰ ἐν δάκρυσιν», δηλαδὴ σὺν πόνῳ καὶ ἱδρῶτι τοῖς ὑπὲρ εὐσεβείας. 2.58 ∆υνατὸν νοῆσαι τό· «Ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ» καὶ οὕτω· ὁ γενάμενος σὰρξ Λόγος, ὁ «ἐκ γυναικὸς γεν̣άμενος» Ἰησοῦς, ὑποκάτωθεν ἀνέτειλεν «τῆς ἐξ ὕψους ἀνατολῆς» τοῦ Θεοῦ Λόγου, ὑπάρχοντος ἀληθινοῦ φωτός. 2.59 Ἐκ περιουσίας καὶ