1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

51

Κυρίῳ δόξαν καὶ τίμην.» 2.79 Οὗτος ὁ στέφανος δίδοται «εἰς χάριτα Σοφονίου καὶ ψα̣λμὸν ἐν οἴκῳ Κυρίου», περὶ οὗ ὁ μελογράφος φησίν· «Λάβετε ψαλμ̣ὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρ̣ας.» Ἔστι δὲ ψαλμὸς ὃν δεῖ λαβεῖν ὁ περὶ τῶν πραττομένων καὶ φρονουμένων καλῶς λόγος, πρὸς ὃν δοῦναι τύμπανον, ψαλτήριόν τε τερπνὸν καὶ κιθάραν προσήκει. 2.80 ∆ίδωσι δὲ τύμπαν̣ον ὁ δεξάμενος περὶ σωφροσύνης λόγον, «νεκρῶν τὰ ἐπὶ τῆς γῆς μέλη, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν», «τὴν νέκρωσιν τοῦ Ἰησοῦ περιφέρων ἐν σώματι», ᾧ ἐδουλαγώγησεν καὶ ὑπωπίασεν· τὸ γὰρ τύμπανον ἐκ δορᾶς νεκροῦ ζῳ´̣ου τὴν κατασκευὴν ἔχει. 2.81 Τοῦτο ψοφοῦσι καὶ κροαίνουσιν αἱ δᾳδουχοῦσαι πέντε φρόνιμοι παρθένοι, κατὰ τὸ ᾀδ̣όμενον ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ· «Προέφθασαν ἀ´̣ρχοντες ἐχόμενα ψαλλόντων ἐν μέσῳ νεανίδ̣ων τυμπανιστριῶν.» 2.82 Τοῖς ἡρμηνευμένοις τυμπάνοις̣ ἐχρῶντο μετὰ τὸ ἐξιέναι τῆς Αἰγύπτου καὶ περᾶσαι τὴν Ἐρυθρὰν θάλασσαν αἱ ἑβραῖαι γυναῖκες, ὧν ἐξῆρχεν ἡ π̣ροφῆτις Μαριάμ, ἀδελφὴ Μωϋσέως καὶ Ἀαρών, λαβοῦσαι χερ̣σὶν τὰ τύμπανα ἑαυτῶν· συμφώνως τῇ χοροδιδασκάλῳ ἐπ̣ινικίως μέλπουσαι, ἔφασκον· «Ἄισωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», καὶ τὰ ἑξῆς μέχρι τοῦ τέλους τῆς ᾠδῆς. 2.83 Οὐ γὰρ κἂν πιθανόν ἐστιν νομίζειν τοσοῦτο πλῆθος τυμπάνων ηὐπορῆσθαι ἐν τόπῳ πανερήμῳ ταῖς τοσαύταις μυριάσιν τῶν γυναικῶν, δυνατοῦ τυγχάνοντος πάνυ εὑρεθῆναι τὰ κατ' ἀλληγορίαν λεχθέντα τύμπαν̣α ταῖς ἔτεσιν πλείοσιν ἤδη ἀνηγμέναις θεοσεβῶς, π̣αρορμωμέναις μάλιστα πρὸς τὴν πνευματικὴν χορείαν ἐξ ὧν τεθέανται παραδόξως γεγενημένων ὑπὲρ τοῦ ἔξω τῆς Αἰγύπτου γενέσθαι. 2.84 ∆ίδοται δὲ ὑπὸ τῶν ψαλμὸν δεξ̣αμένων πρὸς τῷ τυμπάνῳ καὶ ψαλτήριον τερπνὸν μετὰ κιθάρας, συνηρμοσμένα πρὸς τῶν δυνάμεων τῆς ψυχῆς καὶ αἰσθήσεων πρὸς τὴν θείαν μελῳδίαν, νήψεως δὲ χρεία ἵνα μὴ ψεκτὰ ὄργανα καὶ ᾠδὰς λάβῃ τις ἃ παραιτεῖται Θεὸς λέγων· 2.85 «Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Ὁ τὰ παραιτητὰ τῷ Θεῷ ἀποστραφεὶς ψάλλε̣ι καὶ ᾄδει ἐπαινετῶς, κατὰ προτροπὴν τοῦ γράφοντος Ἀποστόλου· «Λαλοῦντες ἑαυτοῖς ψαλμοῖς, ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ.» 2.86 Μετὰ τὸ στέφος εἰς χάριτα Σοφονίου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ Κυρίου, τούτων ὑπαρξάντων, οἱ ἔτι μακρὰν ὄντες τῶν αἰχμαλώτων ἥξουσιν ἐπὶ τῷ συνεγγίσαι τῷ κηρύξαντι αὐτοῖς ἄφεσιν· ἐπαινοῦντες δὲ «οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ τοῦ Κυρίου», ἵνα διακονω῀̣σιν διηνεκῶς ἱερέων δίκην, κατὰ τὸν μακάριον προφήτην Σαμουήλ. 2.87 Τελεσθήσεται δ' ἕκαστα πληρούμενα δ̣ιὰ ὁράσεως ὅταν «εἰσακούσαντες εἰσακούσωσιν τῆς φωνῆς Κυρίου» οἱ χρήσιμοι καὶ ἐπεγνωκότες τὴν αἰτίαν κα······λ̣μον ἧς ὑπέμειναν πρὸς καιρὸν ························· λην. 2.88 Οἱ πλησιάσαντες τῷ ······················ καὶ μακρὰν ὄντες οἱ ······························ οἴκῳ πρακτικὰς καὶ δ······························· ας, μυστήρια τῆς βασιλείας ······················ ἀδικήματα ἱερέων εἶναι······························· μιν εἰσακούουσιν ································· τῶν εἰρημένων̣ τελεστ̣····························· ται οἱ εὐεργετηθέντες ···························· προκείμενα παρὰ Κυρίου παντοκράτορος.

2.89Zach. VII, 1-3: Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως

ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστιν Χασ̣ελεύ· καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαράσαρ καὶ Ἀρβεσσὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων· Εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη. 2.9091 Ἐν τῷ τετάρτῳ