1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

55

ἀδελφὸν αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. 2.133 Ὁ τοῦ Κυρίου λόγος γενάμενος πρὸς τὸν προφήτην ὡς εἴρηται πρότερον ἀπαγγέλλει ἃ προσέταξεν ὁ παντοκράτωρ Κύριος, ἀρχόμενα ἀπὸ τοῦ· «Κρίμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρμὸν ἕκαστον» τῶν ἀκουόντων «ποιεῖν πρὸς τὸν ἀδελφὸν ἑαυτοῦ»· καὶ προσέτι «μὴ καταδυναστεύειν χήραν καὶ ὀρφανόν», καὶ προσέτι «προσήλυτον καὶ πένητα». Οὕτω γὰρ ῥᾷστα ὑπάρξεται τὸ «κακίαν τοῦ ἀδελφοῦ μὴ μνησικακεῖν ἕκαστον ἐν ταῖς καρδίαις ἑαυτῶν». Τί δὲ ταῦτα βούλεται, τὰ προσταχθέντα φημί, καιρὸς ἰδεῖν. 2.134 Ὁ τοῦ Κυρίου λόγος, ὡς πολλάκις ἤδη γενάμενος ἐν τῷ Ζαχαρίᾳ, καὶ νῦν ὑπάρξας ἐν αὐτῷ, τάδε διαγορεύει. «Τάδε, φησίν, λέγει Κύριος παντοκράτωρ» πρὸς ἕκαστον τῶν ἀρχόντων τοῦ λαοῦ· «Κρίμα δίκαιον κρίνατε», ὡς ἐνόντος καὶ ἀδίκως κρῖναι τοῖς παρὰ τὸν ὀρθὸν λόγον δικάζουσιν διὰ δωροδοκίαν καὶ τὸ φιλίᾳ χαρίζεσθαι, ἔστιν δ' ὅτε καὶ κατὰ ἀπέχθειαν τὴν πρός τινας τῶν δικαζομένων. 2.135 Τοιούτοις ἐγκλήμασιν ὑπέκειντο πρὸς οὓς κέκραγεν καὶ βοᾷ ὁ θεῖος λόγος· «Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.» Τοιοῦτοι δ' εἰσὶν καὶ περὶ ὧν ὁ προφήτης Ἠσαΐας· «Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες.» 2.136 Περὶ τῶν οὕτω παρανομούντων Ἁμβακοὺμ ὁ προφήτης πρὸς τὸν Θεὸν βοᾷ· «Ἐξ ἐναντίας μου γέγονεν κρίμα καὶ ὁ κριτὴς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νόμος καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον.» Λεκτέον δὲ τοὺς οὕτω ἐξετάζοντας τὰ πράγματα τῶν διαμφισβητούντων πρὸς ἑαυτοὺς μηδὲ κριτὰς νομίμους εἶναι, ἀλλ' ὅλον τοῦτο ἀδίκους καὶ παρανόμους δικαστάς. 2.137 Προσῆκον γάρ ἐστιν μηδ' ἑταῖρον σκοπεῖν τὸν δικάζοντα, μὴ πλοῦτον, μὴ ἀξίωμα, μὴ γένους ἀγχιστείαν, μὴ φιλίαν προκρίνοντα, μὴ εἰς ἀπέχθειαν βλέποντα, ἀλλ' εἰς τὰ πράγματα τῶν κρινομένων. 2.138 Ταῦτα ὁ θεολημπτούμενος ἱεροφάντης διαγορεύει τοῖς εἰς τὸ κρίνειν χειροτονουμένοις οὕτως· «Κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λήμψει πρόσωπον», «καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει», «ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν». Οὐ δεῖ δὲ τὰ τοῦ Θεοῦ νέμειν καὶ ἐπιμετρεῖν τοῖς τυχοῦσιν. Τῶν μὲν γὰρ ἰδίων ἕκαστος ἐξουσίαν ἐχέτω χαρίζεσθαι οἷς ἂν αὐτῷ δοκῇ· οὐκ αὐτοῦ δέ, ἀλλὰ τοῦ Θεοῦ ἐστιν ἡ κατὰ τὸν θεῖον νόμον κρίσις. 2.139 Ἐπῆλθέν τινι τῶν παλαιῶν εἰπεῖν τὸν δικαστὴν ἔμψυχον δίκαιον εἶναι, τοῦτ' ἔστιν ἐνούσιον καὶ ἐνυπόστατον, τελείως κατὰ δικαιοσύνην πεποιωμένον, ἵν' ὥσπερ ἐν τοῖς ἄλλοις τῆς ἀρετῆς ἔργοις δικαίως τὸ δίκαιον διώκει, οὕτω καὶ ἐν τῷ δικάζειν. 2.140 Γνωσθήσεται δὲ ἡ δύναμις τοῦ θεωρουμένου ἐκ τοῦ ἐναντίου· ὡς γὰρ δικαίως τὸ δίκαιον διώκει ὁ καὶ τὴν διάθεσιν καὶ τὴν πρᾶξιν κατὰ δικαιοσύνην πεποιωμένην ἔχων, οὕτως ἀδίκως τὸ ἄδικον διώκει ὁ καὶ τὴν γνώμην καὶ τὸ ἔργον κατὰ ἀνισότητα καὶ κακίαν ῥερυθμισμένος. 2.141 Τοιοῦτοι πάντες ὑπῆρχον πρὸς οὓς ὁ λόγος φησίν· «Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;» τοῦ θείου νομοθέτου λέγοντος· «Κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λαμβάνων πρόσωπον», κἂν πλούσιος ᾖ, κἂν δοξάριον καὶ ἀξίωμα ἔχων ᾖ ὁ κρινόμενος. Οὐ γὰρ εὐπορίας χρημάτων καὶ πενίας, ἀξιώματά τε καὶ ἀδοξίας ὁ νόμος τῶν δικαζομένων ἐξαριθμεῖται, ἀλλ' ἔργα καὶ πράξεις κατὰ ἀρετὴν ἢ κακίαν ἐπιτελεσθέντα. 2.142 Ὥσπερ οὖν οὐ δεῖ ὑπεροχὰς λαμβάνειν τὰς ἐκ πλούτου καὶ ἀξιώματος τῶν δικαζομένων, οὕτως οὐδὲ ἐλλείψεις χρημάτων καὶ ταπεινότητα τὴν ἐξ ἀδοξίας· «Καὶ πένητα γὰρ οὐκ ἐλεήσεις ἐν κρίσει.» Κατὰ γὰρ τὸ κρίμα τὸ δίκαιον καὶ τὰ τοῦ πένητος ἐξεταστέον. Οὕτω γὰρ δικαιώσει τις ὀρφανὸν καὶ χήραν, πτωχόν τε καὶ πένητα, οὐ νέμων αὐτῷ τὸ δίκαιον ἐὰν ἀδικῇ,