1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

56

ἵνα μὴ διαστραφῇ τὸ νόμιμον κρίμα. 2.143 Προστάξας ὁ ὀρθὸς λόγος δίκαιον κρίμα διεξάγεσθαι, ἑξῆς διαγορεύει· «Χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύειν.» Οὐ γὰρ προσήκει τυραννικῶς ἐπιτίθεσθαι κατὰ τῶν ἀνθρωπίνης βοηθείας ἐστερημένων, ἀλλ' ἐκ τοῦ ἐναντίου δεξιὰν αὐτοῖς ὀρέγειν, κατὰ τὸ προσταττόμενον· «Γίνου γάρ, φησίν, ὀρφανοῖς ὡς πατήρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν», «κρίνων ὀρφανοῖς καὶ δικαιῶν χήραν.» 2.144 Αὕτη γὰρ ἀνεπίλημπτος καὶ κατὰ βούλησιν τοῦ πάντα συστησαμένου πολιτεία, ὡς Ἰάκωβος γράφει ἐν ᾗ προσεφώνησεν τοῖς πιστοῖς ἐπιστολῇ οὕτως· «Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ Πατρὶ αὕτη ἐστίν· ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.» 2.145 Ὁ οὕτω Θεὸν θεραπεύων, πῶς ἂν ἀδίκως κρίνοι τούτους οὓς ἐπισκέπτεται ἐν τῇ θλίψει αὐτῶν, ἀναπληρῶν αὐτῶν τὰ ὑστερήματα διὰ ἐλεημοσύνης καὶ ἄλλης ἐπικουρίας καὶ προστασίας ἧς ἐὰν χρῄζωσιν οἱ εὐεργετούμενοι; 2.146 Ὅνπερ δὲ τρόπον οὐ δεῖ χήραν καὶ ὀρφανὸν καταδυναστεύειν δι' ἀνδρὸς καὶ γονέων ἐρημίαν, οὕτως οὐδὲ προσήλυτον ἐπιξενούμενον παρὰ τοὺς οἷς προσέφυγεν, ἡγουμένους αὐτὸν αὐτόχθονα καὶ συμπολίτην. Κἄν τις δὲ τῶν ὠνομασμένων, χήρας φημὶ καὶ ὀρφανοῦ καὶ προσηλύτου, ἐστέρηται χρημάτων, καὶ τούτῳ ἰσότητος μεταδοτέον, οὐ καταδυναστεύοντα ἢ ἄλλως πως καταπονοῦντα. 2.147 Καλὸν μὲν οὖν καὶ Θεῷ ἀρέσκον προΐστασθαι τῶν οὕτως ἐχόντων καθ' ἱστορίαν, μάλιστα δὲ κατ' ἀναγωγήν. 2.148 Ἐπαινεῖται χήρα κατὰ θεωρίαν ἀνηγμένην ἡ ἀποβαλοῦσα ὃν εἶχεν κακὸν ἄνδρα, οὐχ ἕτερον ὄντα τοῦ διαβόλου ἢ ἄλλου τινὸς πονηροῦ πνεύματος. Ὡσαύτως ὀρφανὸς ἀγαθός ἐστιν ᾧ τέθνηκεν ὁ κατὰ ἁμαρτίαν γεννήσας αὐτὸν πατήρ. Τούτου σύμβολον ὑπάρχει ὁ ἐξελθὼν ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτοῦ ὑπὸ Θεοῦ κληθείς, κἀκείνη πρὸς ἣν εἴρηται ἐν Ψαλμοῖς· «Ἐπιλαθοῦ τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου», ἤδη τεθνηκότος σοι. 2.149 Τὰς οὕτω χηρευσάσας καὶ ὀρφανωθείσας ψυχὰς εἰς ὕψος μετεωρίζει ὁ θεῖος νυμφίος ὢν καὶ πατήρ, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον περὶ αὐτοῦ· «Ὀρφανὸν καὶ χήραν ἀναλήμψεται.» «Πατὴρ γὰρ τῶν ὀρφανῶν καὶ τῶν χηρῶν κριτής ἐστιν», κατὰ τὰ ἐν ἄλλῳ Ψαλμῷ εἰρημένα, κηδόμενος καὶ τῶν προσηλύτων, τῶν καταλιπόντων τὴν εἰδωλολατρείαν καὶ προστεθέντων τῇ εὐσεβείᾳ, πλουτίζων ᾗ ἀνεδέξατο ἡμῶν ἕνεκα πτωχείᾳ πάντα πτωχὸν καὶ πένητα, κατὰ τὴν λέξιν τὴν ἀποστολικὴν εἰς εὐχαριστίαν διεγείρουσαν τοὺς εὖ παθόντας, οὕτως ἔχουσαν· «Γινώσκετε τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ ἡμεῖς πλουτήσωμεν.» 2.150 ∆ιδάξας ὡς δεῖ μὴ καταδυναστεύειν τοὺς δεομένους προστασίας καὶ βοηθείας, ἁρμονίως ἐπήγαγεν καὶ ἀμνησικάκους εἶναι οὐ λόγῳ μόνον ἀλλὰ καὶ ἀπὸ βάθους τῆς διανοίας, εἰπών· «Καὶ κακίαν τοῦ ἀδελφοῦ αὐτοῦ ἕκαστος μὴ μνησικακείτω ἐν τῇ καρδίᾳ ὑμῶν.» Ἰσοδυναμεῖ τῷ προφητικῷ τὸ λεχθὲν ὑπὸ τοῦ Σωτῆρος ἐν Εὐαγγελίῳ· «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν.» 2.151 Συνῳδὰ τῷ ἐκκειμένῳ προφητικῷ, καὶ Ἰερεμίας ἐκ προσώπου τοῦ Θεοῦ φησιν· «Καὶ κακίαν τοῦ πλησίον αὐτοῦ ἕκαστος ἐν ταῖς καρδίαις ὑμῶν μὴ μνησικακεῖτε.» Ταύτην τὴν τελείαν ἀμνηστίαν ὧν τις ἔπραξεν ἁμαρτητικῶς φανεροῖ ὁ Σωτὴρ ἐν τῇ παραβολῇ τοῦ μύρια τάλαντα χρεωστοῦντος δούλου· ἐπιλέγεται γὰρ αὕτη ὑπὸ τοῦ δεσπότου τοῦ συγχωρήσαντος τὰ χρέα «τῷ ἀχρείῳ δούλῳ» πρὸς πάντας ἡμᾶς· «Οὕτω καὶ ὑμῖν ὁ Πατὴρ ποιήσει ἂν μὴ ἀφῆτε ἕκαστος ἀπὸ τῆς καρδίας ὑμῶν τοῖς ὀφείλουσιν ὑμῖν.» 2.152 Λαβὼν ἐν χερσὶν ὅλην τὴν παραβολήν, ἐπίστησον ἀκριβῶς ταῖς λέξεσιν καὶ νοήσει αὐτῆς, ἵνα εἰς ἀγαθότητα ὠφεληθείς, ἀφῇς ἐξ ὅλης καρδίας τὰ ὀφειλήματα