1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

57

πᾶσι τοῖς ὀφείλουσιν, μηδενὸς ἔτι μνημονεύων ὧν εἰς σὲ ἥμαρτεν ὁ ἀδικήσας σε. 2.153 Τοῦ ἀδελφοῦ διχῶς νοουμένου, τοῦ μὲν κατὰ σάρκα ὁμογνησίου ὄντος, τοῦ δὲ ἐκ Θεοῦ γεγεννημένου τοῦ καί σε γεννήσαντος, πρὸς ἑκάτερον ἀμνησικακεῖν ἀπὸ καρδίας προσήκει. 2.154Zach. VII, 11-12: Καὶ ἠπείθησαν τοῦ προσέχειν, καὶ ἔδωκαν νῶτον παραφρονοῦντα, καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν, καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προφητῶν τῶν ἔμπροσθεν. 2.155 Τοῦ Θεοῦ θεῖον νόμον δεδωκότος τῷ λαῷ τῶν Ἑβραίων, προτροπὴ ὑπὸ τοῦ δεδωκότος αὐτὸν προσηνέχθη ἐν ἑβδομηκοστῷ καὶ ἑβδόμῳ Ψαλμῷ οὕτως· «Πρόσεχε, λαός μου, τὸν νόμον μου.» Ὁ ταύτῃ ἀκολουθῶν τῇ παραινέσει «ἡμέρας καὶ νυκτὸς μελετᾷ τὸν τοῦ Κυρίου νόμον», κατὰ τὰ ἐν πρώτῳ Ψαλμῷ φιλοσοφούμενα, ἃ πρότερον ὁ ἱεροφάντης Μωϋσῆς ἐθέσπισεν εἰπὼν ἐκ προσώπου τοῦ Θεοῦ· 2.156 «Ἔσται πάντα τὰ ῥήματα ταῦτα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανιστάμενος, καὶ ἀφάψεις αὐτὰ σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἔσται σαλευτά», ἢ «ἀσάλευτα»-ἑκατέρως γὰρ ἡ γραφὴ φέρεται, -»πρὸ ὀφθαλμῶν σου». 2.157 Τῷ οὕτω τηροῦντι τὴν δοθεῖσαν ἐντολήν, ἕπεται τὸ προσέχειν καὶ πείθεσθαι τῇ νομοθεσίᾳ. Πῶς γὰρ ἀπειθήσει ἐν τῷ προσέχειν ὁ ἐν καρδίᾳ καὶ ψυχῇ ἔχων τὰ ἅγια ῥήματα, ὡς λαλεῖν ἐν αὐτοῖς οἴκοι μὲν ὄντα καὶ βαδίζοντα ἐν ὁδῷ, κοιταζόμενον καὶ διανιστάμενον; Ἢ οὐ προφέρει αὐτὰ κοιταζόμενος ὁ φάσκων τῷ δεσπότῃ τῶν ἁπάντων· «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ»; 2.158 Ἀλλὰ καὶ ὁ δια2.158 νιστάμενος τὸ αὐτὸ ποιεῖ, διὰ μνήμης ἔχων τὰ Θεοῦ λόγια, ὡς παρρησιάζεσθαι πρὸς τὸν Θεόν· «Ὁ Θεός, ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω.» Ταύτην τὴν σπουδὴν καὶ ὁ προφήτης Ἠσαΐας ἔχων εἶπεν· «Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός.» Ἐπίστησον εἰ τὴν αὐτὴν ἔχει νόησιν καὶ τὸ οὕτω ἀπαγγελλόμενον· «Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι.» 2.159 Ὁ οὕτω σπουδαίως διατεθεὶς πρὸς τοὺς Θεοῦ λόγους, εἰς ἔργα μεταβαλὼν αὐτούς, ἀφάπτει αὐτοὺς ἐπὶ τῆς πρακτικῆς δυνάμεως αὐτοῦ, χειρὸς ἀλληγορικῶς καλουμένης, ἵν' οὕτω πρὸ ὀφθαλμῶν αὐτοῦ ἔχων, θεωρῇ τὸ κάλλος τῆς νοήσεως αὐτῶν, σαλευτοὺς ἢ ἀσαλεύτους ἔχων, -εἶπον γὰρ δύο γραφὰς εἶναι τῆς λέξεως. Σαλεύονται δὲ πρὸ τῶν ὀφθαλμῶν τῆς καρδίας τὰ ῥήματα καὶ οἱ ἐξ αὐτῶν συμπληρούμενοι λόγοι ὅταν ἐνεργῶμεν κατὰ τὰ νομοθετηθέντα. 2.160 Ἢ οὐ σαλευτὰ τὰ ἐπὶ τῆς χειρὸς ἀπαφθέντα ῥήματα νοούμενα καὶ πραττόμενα, δηλούσης τῆς ἑτέρας γραφῆς τῆς ἀσάλευτα λεγούσης πρὸ προσώπου τῶν ὀφθαλμῶν τὰ νομοθετηθέντα τὸ μόνιμόν τε καὶ βέβαιον τῶν θεσπισθέντων, συμφώνως τῷ προφητικῷ τῷ ὧδε ἔχοντι· «Τὸ ῥῆμα τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα», καὶ τῇ τοῦ ψαλμῳδοῦ λέξει· «Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστεριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Κατὰ ταύτην τὴν νόησιν «οὐ παρέρχονται οἱ τοῦ Ἰησοῦ λόγοι, κἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ». 2.161 Ὁ διὰ πάντων τῶν τεθεωρημένων ἠσφαλισμένος, ἔχων τὰ ῥήματα τοῦ Κυρίου ἐν καρδίᾳ καὶ ψυχῇ, λαλῶν τε ἐν αὐτοῖς οἴκοι μὲν ὢν καὶ ἐν ὁδῷ πορευόμενος, κοιταζόμενός τε καὶ διανιστάμενος, οὐδαμῶς ἀπροσεκτήσει ἢ ἀπειθήσει, οὐδ' αὖ «δώσει νῶτον παραφρονοῦντα». 2.162 Πῶς δὲ ὁ ἀπειθῶν τοῦ προσέχειν δώσει νῶτον παραφρονοῦντα ἐπιστατέον. 2.163 Γίνεται τοῦτο ὅταν τις τοσοῦτον φαῦλος γένηται ὡς ἐλεγκτικώτατα λεχθῆναι πρὸς αὐτὸν τὰ ἐν τεσσαρακοστῷ ἐνάτῳ Ψαλμῷ ἔνθεν ἀρχόμενα· «Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν καὶ