1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

59

ἁγίας ῥάβδου ἐκ τῆς τοῦ Ἰεσσαὶ ῥίζης. 2.171 Ἐπὶ πλεῖον δὲ περὶ τούτων εἴρηται ἡμῖν σαφῶς ἑρμηνεύουσιν τὴν τοῦ προφήτου Ἠσαΐου περιοχήν, φθάσασιν εἰς τό· «Καὶ παιδίον νήπιον ἐπιβαλεῖ τὴν χεῖρα ἐπὶ κοίτη̣ς ἀσπίδων καὶ οὐ μὴ κακοποιήσουσιν ἢ λυμανοῦνταί τινα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον.» 2.172 Ὅτι δὲ προαιρετικόν, ὡς ἔναγχος εἴρηται, τὸ βαρύνειν τοῦ ἔσω ἀνθρώπου τὰ ὦτα, μαρτυρεῖ ἡ τοῦ Ἠσαΐου προφητεία, οὕτως ἀπαγγελλομένη πρὸς τοὺς τοῦτο ἐπιτηδεύοντας κακεντρεχῶς· «Ἐπαχύνθη γάρ, φησίν, ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, κἀγὼ ἰάσομαι αὐτούς.» Ἡδόμενοι γὰρ ἐμμένειν ᾗ εἵλαντο ἔχειν κακίᾳ καὶ ἀσεβείᾳ, ἐβάρυναν τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, παχυνθείσης τῆς καρδίας αὐτῶν, ἵνα μὴ ἀκούσαντες τοὺς περὶ τῆς ἀρετῆς λόγους καὶ γνώσεως τῆς ἀληθείας, βελτιωθέντες ἐπιστραφῶσιν πρὸς τὸν οὗ ἀπέστησαν ἰώμενον τὴν δυσηκοΐαν καὶ ἀβλεψίαν αὐτῶν. 2.173 Σύμβολα πολλὰ τῶν τοιούτων θεραπειῶν ἐν τοῖς Εὐαγ2.173 γελίοις φέρεται, καὶ αἰσθητῶς τοῦ Ἰησοῦ ταῦτ' ἰασαμένου· κωφοὺς γὰρ καὶ τυφλοὺς εἰς τὸ ἀκούειν ὀξέως καὶ ὀξυωπεῖν ἤγαγεν, «πᾶσαν νόσον καὶ μαλακίαν» ἰώμενος τοῦ σώματος καὶ πολλῷ πλέον τῆς ψυχῆς. 2.174 Ὥσπερ ἐν τῇ τοῦ Ἠσαΐου λέξει, οἱ παχυνθέντες τῇ καρδίᾳ ἐβάρυναν τὰ ὦτα τοῦ μὴ εἰσακούειν, καὶ τὰ συγκαθειλιγμένα ἐνήργησαν πρὸς βλάβῃ τῇ ἑαυτῶν, οὕτω καὶ ἐν τῇ προκειμένῃ τοῦ Ζαχαρίου φωνῇ, οἱ τάξαντες τὴν καρδίαν αὐτῶν ἀπειθῆ τοῦ μὴ ἀκούειν τοῦ νόμου καὶ τῶν ἀποσταλέντων λόγων ἐν Πνεύματι Κυρίου παντοκράτορος, ἐβάρυνον τὰ ὦτα τῆς διανοίας, ἵνα μὴ καταδέχωνται τὰ σωτηριώδη καὶ μακαριοποιὰ μαθήματα καὶ τοὺς ἀποσταλέντας λόγους ἐν Πνεύματι Κυρίου παντοκράτορος, ὅπερ τὸ ἅγιον Πνεῦμα ὑπάρχει. 2.175 Ἐλεγχέσθωσαν οἱ αἱρετικοί, ἀμαθῶς καὶ ἄγαν ἀπαιδεύτως φύσεις εἰσηγούμενοι διαφόρους τῶν ἀνθρώπων· δογματίζουσιν γὰρ τοὺς μὲν ἀνεπιδέκτους ἀρετῆς, τοὺς δὲ πρὸς ἀνάλημψιν κακίας μὴ πεφυκότας· ᾧ ἕπεται μηδὲ νόμον ἀνύειν τι, μὴ νουθεσίαν, μὴ ἔλεγχον, μὴ προτροπήν, μηδὲ προσευχὴν πρὸς Θεὸν ἀναπεμπομένην. 2.176 Προσήκαντο δὲ τὸ δόγμα τοῦτο οἱ δυσσεβέστατοι, ἥκιστα ἐπιστήσαντες τῇ καινῇ καὶ παλαιᾷ διαθήκῃ. Ἐν μὲν γὰρ τοῖς Εὐαγγελίοις, ὡς πρὸς ἐλευθέραν καὶ αὐτόνομον ἔχοντας προαίρεσιν τοὺς ἀνθρώπους φησίν· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.» Καὶ πάλιν· «∆εῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, καὶ ἐγὼ ἀναπαύσω ὑμᾶς· καὶ ἄρατε τὸν ζυγὸν καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι.» 2.177 Πρὸς αὐτεξουσίους γὰρ τὸ «δεῦτε» καὶ τὸ «ἄρατε» καὶ «μάθετε». Αὐτίκα γοῦν τὴν ἀρχὴν τῆς διδασκαλίας ἑαυτοῦ οὕτω ποιεῖται, φάσκων τοῖς γνωρίμοις· «Μετανοεῖτε, ἤγγισεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Μετάγνωσις γὰρ γίνεται τῶν προπεπραγμένων οὐ προσηκόντως περὶ προαίρεσιν ἐλευθέραν ἔχοντας, ἀλλ' οὐ φύσιν ἀμέτοχον ἀρετῆς ἢ κακίας. Οὐδὲ γὰρ ὁ φαῦλος σπουδαῖος ἔσται, οὐδὲ ὁ ἀγαθὸς κακὸς, κατὰ τὸν ἀσεβῆ λόγον τῶν τὰς φύσεις εἰσηγουμένων. 2.178 Ἐκθεμένους ἐκ τῆς καινῆς διαθήκης τὰς περὶ τοῦ αὐτεξούσιον εἶναι τὸν ἄνθρωπον μαρτυρίας, ὥρα καὶ τὰς ἀπὸ τῆς παλαιᾶς παραγαγεῖν. 2.179 Καὶ πρῶτόν γε τὰς μωϋσαϊκὰς ῥητέον, εἶτα τὰς τῶν προφητῶν. 2.180 Πρῶτον τῶν δέκα λογίων ὑπὸ Θεοῦ λεχθέντων διὰ Μωϋσέως ἐστίν· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ»· καὶ ἑξῆς· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.» Καὶ μετ' ὀλίγα· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα εὖ σοι γένηται.» Καὶ ἑξῆς· «Οὐ φονεύσεις, οὐ μοιχεύσε̣ις, οὐ κλέψεις.» Ἀφ' ὧν ὠφεληθεὶς Παῦλος ὁ ἀπόστολος,