1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

65

ἀνανήψασα ἡ Ἰερουσαλὴμ καὶ ἡ Σιὼν ἀνεπόλησεν τοῦ πάλαι αὐτὴν πρὸς σύμβιον εἰληφότος, ὡς θελῆσαι ἐπιστρέψαι πρὸς τὸν ἀφ' οὗ ἀπεζεύχθη. Φωνὰς γοῦν ἀφῆκεν ταύτας· «Ἐπιστρέψω ἐπὶ τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν.» Τὴν τοιαύτην μετάνοιαν αὐτῆς προσηκάμενος πρὸς ὃν ἐπιστρέψαι καὶ ἀνακάμψαι ἤρξατο λέγει· «Τῇ ἡμέρᾳ ἐκείνῃ», ὅταν ἡ ἐπιστροφὴ δηλονότι βεβαιωθῇ, «καλέσει με· Ὁ ἀνήρ μου», ὡς λοιπὸν οἷα προστάτην καὶ κηδεμόνα ἐν θυμῷ μεγάλῳ ζηλῶσαι αὐτήν, τιμωρούμενον τοὺς περιυβρίσαντας αὐτήν. Ἐν θυμῷ μεγάλῳ ζηλώσας αὐτήν, ὥστε ποθῆσαι συνεῖναι αὐτῇ ὡς πρότερον, ὅτε οὔπω ἀποφοιτήσασα ἦν τοῦ θαλάμου, διὸ ἐπιστρέφων πρὸς αὐτήν· «Κατασκηνώσω ἐν μέσῳ αὐτῆς.» 2.228 Ὡς περὶ μιᾶς δὲ λέγει τῆς Σιὼν καὶ τῆς Ἰερουσαλήμ· μέρος γὰρ ἡ Σιὼν τῆς μητροπόλεώς ἐστιν. 2.229 Τί δ' ὑπάρξεται «ὅταν ἐπιστρέψω καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῆς», ἢ τὸ πάλιν χρηματίσαι αὐτὴν πόλιν «ἀληθινήν», ἔρημον οὐκέτ' οὖσαν, ἀλλὰ πλήρης πολιτῶν καὶ οἰκοδομημάτων, ἀνεγερθέντος τοῦ ναοῦ καὶ τῶν καθ' ἕνα οἴκων, ὡς λοιπὸν ἔχειν ὡς πρότερον λαύρας, ἀγυιὰς, τεμένη τε πλατείας καὶ στενωπούς. 2.230 Οὕτω τῆς Ἰερουσαλὴμ πρὸς ῥητὸν χρηματισάσης, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον ἔσται ὡς πρὸ τῆς αἰχμαλωσίας ὑπῆρχεν, ἁγιστειῶν τῶν συνηθῶν τελουμένων ἐκεῖ, καὶ ᾠδῶν καὶ παιάνων ἀνακρουομένων κατὰ τοὺς τοῦ ψαλμῳδοῦ λόγους, ὅπου μὲν λέγοντος· «Σοὶ πρέπει ὕμνος ὁ Θεὸς ἐν Σιών»· ὅπου δέ· «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.» 2.231 Τούτων κατὰ τὴν ἱστορίαν φανέντων, καιρὸς εἴη τὰ πρὸς τὴν ἀναγωγὴν θεωρῆσαι. 2.232 Τῆς λεγομένης Ἰερουσαλὴμ διορατικῆς ψυχῆς, - μεταλαμβάνεται γὰρ τὸ Ἰερουσαλὴμ εἰς «εἰρήνης ὅρασιν»-, ὀλισθησάσης καὶ διὰ τοῦτο ἔξω τοῦ θείου θαλάμου γεγενημένης, ἀπωσμὸς γέγονεν ἀπὸ τοῦ συνοικοῦντος αὐτῇ πρότερον, ὡς λοιπὸν πορνικῶς αὐτὴν διασύρεσθαι ὑπὸ ἀντικειμένων δυνάμεων, καλουμένων κατ' ἀναγωγὴν Ἀσσυρίων καὶ Βαβυλωνίων, ὡς μηκέτι κήδεσθαι αὐτῆς τὸν οἷα σύζυγον φειδόμενον. 2.233 Ἀλλ' ἐπεὶ μὴ ἐν ταὐτῷ μένει τὰ τῆς προαιρέσεως, ὡς γὰρ ἐξ ἀρετῆς εἰς κακίαν καὶ ἀπὸ εὐσεβείας εἰς ἀσέβειαν γίνεται τροπή, οὕτως ἔμπαλιν ἐκ χειρίστων καὶ ἐπιβλαβῶν εἰς βελτίω καὶ ὠφέλιμα γίνεται μεταβολή, ὡς ἐπιγνῶναι πάλιν τὸν θεῖον θάλαμον τὴν ἀποφοιτήσασαν, ἵν' ὡς πρότερον κηδόμενος αὐτὸς ζηλοῖ ἐπ' αὐτῇ ἀπελαύνων τοὺς μοιχικῶς μιάναντας αὐτήν. Καὶ θυμῷ γε μεγάλῳ τοῦτο ἐνεργεῖ, σφόδρα ἀγανακτῶν κατὰ τῶν διασυράντων αὐτήν, ὡς λοιπὸν λέγειν φανερῶς· «Ἐζήλωσα τὴν Σιὼν καὶ τὴν Ἰερουσαλήμ.» 2.234 Κατ' ἀναγωγὴν Σιὼν καὶ Ἰερουσαλὴμ ψυχή ἐστιν σκοποῦσα τὰ μὴ βλεπόμενα καὶ αἰώνια, καὶ ψυχὴ ὁρῶσα τὴν εἰρήνην, τῆς ἀντακολουθίας τῶν ἀρετῶν καὶ θείων φρονημάτων ἔχουσα τὸν εἱρμόν, ἥντινα ὁ θυμῷ μεγάλῳ ζηλώσας ὑπὲρ αὐτῆς ἐπιστρέφει πρὸς ἑαυτόν, ἅμα καὶ αὐτὸς πρὸς αὐτήν, ἐπινεύων ταῖς ἱκεσίαις αὐτῆς ἐν τῷ παρέχειν ἃ ὑπὲρ ὧν ἀδιαλείπτως προσεύχεται. 2.235 Οὕτω δὲ βελτιωθεῖσα, ἀληθινὴ Ἰερουσαλὴμ ὀνομασθείη, οὐκέτι περιέπουσα τὰ σκιώδη καὶ εἰκονικὰ τοῦ νόμου, ἀλλὰ τὰ δι' αὐτῶν ἀγαθὰ δηλούμενα, περὶ ὧν ὁ θεσπέσιος Ἀπόστολος γράφει· «Σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.» Καὶ πάλιν τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν· «Μή τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ πόσει, ἐν μέρει ἑορτῆς καὶ νεομηνίας καὶ σαββάτου, ἅ ἐστιν σκιὰ τῶν μελλόντων.» 2.236 Ἀγαθὰ μέλλοντα ἐν ταῖς παραληφθείσαις λέξεσιν τυγχάνουσιν τὰ εὐαγγελικὰ μαθήματα, ἃ βασιλείας μυστήρια εἶπεν ὁ Σωτὴρ τοῖς γνωρίμοις φάμενος· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν.» Ἅπερ ἡ σκοποῦσα καὶ ὁρῶσα τὴν εἰρήνην τῆς συμφωνίας αὐτῶν Σιὼν καὶ Ἰερουσαλὴμ ἀνηγμένως ἐστίν, ἀληθινὴ καλουμένη, κατὰ ἀλήθειαν τὴν φανερουμένην τῇ τοῦ νόμου σκιᾷ πολιτευομένη, καὶ «ἐραυνῶσα τὰς θεοπνεύστους