1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

66

γραφάς». 2.237 Ἁρμονίως τῷ ἀληθινὴν κεκλῆσθαι τὴν ἱερὰν πόλιν, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον ἔσται καὶ χρηματίσει. Ὅρα εἰ τὸ ὄρος Κυρίου παντοκράτορος ὁ λόγος τῆς ἐπιδημίας τοῦ Υἱοῦ τοῦ Θεοῦ τυγχάνει, περὶ οὗ ἔν τινι ᾠδῇ τῶν ἀναβαθμῶν φέρεται οὕτως· «Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.» Μὴ γὰρ τοσοῦτον πτωχεύσῃ ἡμῶν ὁ νοῦς ὡς νομίσαι αἰσθητῷ ὄρει παραβάλλεσθαι ἢ ὁμοιοῦσθαι τοὺς ἐπὶ Κύριον πεποιθότας, παμμεγέθη ἀρετὴν ἔχοντας, ὡς εὐλογημένους ἀποδείκνυσθαι κατὰ πνευματικὰς εὐλογίας τοὺς ἔχοντας. Γέγραπται γὰρ ἐν Ἰερεμίᾳ τῷ προφήτῃ· «Εὐλογημένος ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» Καὶ ἐν Ψαλμοῖς· «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον.» 2.238 Ἐπεὶ οὖν μὴ αἰσθητὸν ὄρος, ἔκβρασμα γῆς τυγχάνον, μιμοῦνται οἱ ἐπὶ Κύριον πεποιθότες, τί φρονεῖν αὐτὸ δεῖ ἢ ἐκεῖνο περὶ οὗ εἶπεν Ἠσαΐας· «Ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου», ἐπιλάμψαν καὶ φανερωθὲν «ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἵνα ἀθετήσῃ τὴν ἁμαρτίαν», λύσας καὶ ἀφανίσας αὐτήν, ἀμνοῦ δίκην τυθείς. 2.239 Τοῦτο τὸ μυστήριον φωτίζων Ἰωάννης ὁ μέγας, δεικνὺς τὸν Ἰησοῦν ἔφη· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» 2.240 Περὶ τοῦ ἀποδειχθέντος ὄρους ἐκλαβεῖν δεῖ καὶ τὸ ἐν τεσσαρακοστῷ ἑβδόμῳ Ψαλμῷ ἀπαγγελλόμενον οὕτω· «Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ.» 2.241 Τούτων κατὰ τὴν πρώτην ἀναγωγὴν φανέντων, ἐκλημπτέον καὶ κατ' ἀλληγορίαν ὑψηλῇ νοήσει ἐπιστρέφουσαν Σιὼν καὶ κικλησκομένην ἀληθινὴν Ἰερουσαλὴμ τὰ ἐν τῇ πρὸς Ἑβραίους φιλοσοφούμενα ὑπὸ τοῦ ἐν Χριστῷ λαλοῦντος, γράφοντος· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ ἐκκλησίᾳ πρωτοτόκων, τῶν πανηγυριζόντων μετὰ μυριάδων τῶν ἀγγέλων», δι' ἣν αἰτίαν «ἀπογεγραμμένοι ἐν τοῖς οὐρανοῖς» τυγχάνουσιν, τῇ ἁγίᾳ καὶ ἐπουρανίῳ ἐμπολιτογραφηθέντες. 2.242 Οἷοι καὶ οἱ ἀπόστολοι τυγχάνοντες, ἤκουσαν ὑπὸ τοῦ παμβασιλέως· «Χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐνεγράφησαν ἐν τοῖς οὐρανοῖς.» Αὕτη ἡ γραφὴ «ζώντων» τυγχάνει «βίβλος». Περί τινων γοῦν μακαρίων χαράττει τὸ τῆς ἐκλογῆς σκεῦος ὧδε· «Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.» 2.243 Zach. VIII, 4-5: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἰερουσαλήμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ πλήθους ἡμερῶν. Καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς. 2.244 Ὡς πρὸς ῥητόν, εἰς εἰρήνην βαθεῖαν καὶ γαληνιώδη πολιτείαν ἀποκαθίστασθαι τὴν Ἰερουσαλὴμ ἡ προαναφώνησις τοῦ προφήτου δηλοῖ. Οὕτω γὰρ ἀταραξίας οὔσης καὶ ἐκτετοξευμένων πάντων πολεμίων πόρρω τῆς καλλιπόλεως, οὐδαμῶς ἔτι φόβου ἐξ ἐχθρῶν προσδοκουμένου, οἱ ἀπὸ πολυχρονιότητος καὶ πλήθους ἡμερῶν πρεσβυτικὴν ἡλικίαν ἔχοντες, ἄρσενες ὁμοῦ καὶ θήλειαι, ἔτι καθήσονται ὡς πρὸ τῆς αἰχμαλωσίας ἐν ταῖς πλατείαις, ῥάβδους μετὰ χεῖρα ἔχοντες, προηγουμένως μὲν οἱ πρεσβύτεροι, ἐπίστησον δὲ εἰ καὶ αἱ πρεσβύτεραι· τιμῆς δὲ σύμβολον ἡ ῥάβδος τυγχάνει. 2.245 Οὕτω προκαθημένων τῶν ἡλικίᾳ προηκόντων, πλησθήσονται αἱ πλατεῖαι παιζόντων παιδαρίων καὶ κορασίων, οὐκ ἀθυρόντων ἐν ταῖς πλατείαις τῶν κομιδῇ νηπίων, ἐχθρῶν ἐπικειμένων καὶ προσδοκωμένων πολεμίων. 2.246 Τῆς ἱστορίας εἰρημένης, καὶ τὰ πρὸς διάνοιαν λεκτέον. 2.247 Πόλις πνευματικὴ πλατείας ἔχουσα ἡ ἔνδοξός ἐστιν Ἐκκλησία, περὶ ἧς ἀπαγγέλλεται τῷ κρατοῦντι αὐτῆς παμβασιλεῖ· «∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Πῶς γὰρ οὐκ ἀοίδιμος καὶ πολυύμνητος εἴη, θείων ποτισμῶν μεταλαμβάνουσα ἀπὸ «τοῦ πλήρης ὑδάτων ποταμοῦ τοῦ Θεοῦ». Εἴρηται καὶ ἐν τεσσαρακοστῷ καὶ πέμπτῳ Ψαλμῷ περὶ