1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

68

πιστὸν θεράποντα ἑαυτοῦ φησιν· «Κατάστησον μετὰ σεαυτοῦ ἑβδομήκοντα πρεσβυτέρους, οὓς αὐτὸς οἶδας ὅτι εἰσὶν πρεσβύτεροι.» Ἐξ οὗ παρίσταται ὅτι οὐχ ἡ κατάστασις καὶ ἡ χειροτονία ποιεῖ πρεσβύτερον τὸν οὐκ ὄντα πρότερον, ἀλλ' ἀναδείκνυσιν καὶ φανεροῖ. Ἀκριβῶς γὰρ προσετάγη χειροτονεῖσθαι οὓς οἶδεν ὁ προάγων ἤδη ὄντας τοιούτους. 2.257 Ἴσον δύναται καὶ τὸ ἐν Ἰωήλ, ἑνὶ τῶν ∆ώδεκα Προφητῶν, προσταττόμενον «ἐκλέξασθαι πρεσβυτέρους» τοὺς ἤδη ὄντας, οὐ προηγουμένης τῆς ἐκλογῆς, ἀλλ' ἐπιγινομένης ὑπὲρ ἀναδείξεως τῶν ἤδη τὴν ἀρετὴν καὶ τὰ πρεσβεῖα αὐτῆς κεκτημένων. Περὶ τῶν ταύτην τὴν τιμὴν ἐχόντων, ἐν Παροιμίαις γέγραπται· «∆όξα πρεσβυτέρων πολιαί», αἱ ἐκ φρονήσεως δηλονότι. 2.258 Τοῖς οὕτω μνημονευθεῖσι πρεσβυτέροις ἰσότιμοι καὶ ἰσοσθενεῖς ὑπάρχουσι καὶ κατὰ τὴν καινὴν διαθήκην. Γράφων γοῦν ὁ Ἀπόστολος Τίτῳ τῷ ἑαυτοῦ μαθητῇ, πρὸς ἑτέροις καὶ τοῦτ' ἐχάραξεν· «Τούτου χάριν ἀπέλιπόν σε ἐν τῇ Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καθὼς διεταξάμην σοι, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους.» Λέγει δὲ τὰ χαρακτηρικὰ τῶν προαγομένων, τῶν εἰς τοὺς ἐκκλησιαστικοὺς βαθμοὺς ταττομένων· μονογαμίαν, ἐκτροφὴν τέκνων βελτίστην, καὶ κατὰ τὰς λοιπὰς ἀρετὰς πεποιωμένους, οὓς καὶ ἐπισκόπους καλεῖ ἀρχαίᾳ συνηθείᾳ, ὡς καὶ ἐν ἄλλοις εἰρήκαμεν. 2.259 Αὐτίκα γοῦν ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων φέρεται ὡς «μετεκαλέσατο Παῦλος τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας», οἷς καί φησιν· «Ὑμᾶς ἔθετο τὸ ἅγιον Πνεῦμα ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν, ἣν περιεποιήσατο τῷ ἰδίῳ αἵματι», καὶ τὰ ἑξῆς. Τοῖς τοῦτον τὸν βαθμὸν ἔχουσιν, ὁ κορυφαιότατος τῶν Χριστοῦ μαθητῶν Πέτρος προσφωνεῖ ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ· «Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ.» Τί δ' ἐστὶν ὃ παρακαλεῖ ἴδωμεν, ἢ ποιμαίνειν τὴν Χριστοῦ ἀγέλην, μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως, ἵνα, τοῦ ἀρχιποίμενος φανερωθέντος, κομίσωνται τὸν ἀμαράντινον τῆς δόξης στέφανον. 2.260 Οἱ ἀποδοθέντες κατὰ ἀμφοτέρας τὰς διαθήκας πρεσβύτεροι, βασιλεῖς κατὰ τὸν Ἀβραὰμ ὄντες, κατὰ τὸ λεχθὲν ὑπὸ τῶν ἐγνωκότων τὴν ὑπεροχὴν αὐτοῦ· «Βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν», ἀλλὰ καὶ γνησίως θεραπεύοντες ἱερατικῶς τὸν ἐκλεξάμενον, τὰ σκῆπτρα φέρουσιν τῆς προσούσης διττῆς ὑπεροχῆς, καθήμενοι ἐν ταῖς πλατείαις τῆς ἔναγχος διαγραφείσης πόλεως, κατέχων ἕκαστος τὴν ἑαυτοῦ ῥάβδον, οὖσαν πρὸς σκῆπτρον καὶ διορθωτικὸν λόγον. 2.261 Περὶ γὰρ τῶν ἐλέγχων παιόντων πως τοὺς ὑπευθύνους, γράφεται ὑπὸ Παύλου· «Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ;» Σύμφωνα τούτοις καὶ θεία τῶν Παροιμιῶν γραφὴ διαγορεύει, ὅπου μέν· «Ὃς προσφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον»· ὅπου δέ· «Ὃς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν ἑαυτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.» 2.262 Τῆς τῶν πρεσβυτέρων τιμῆς καὶ θήλειαι μετέχουσιν διὰ πίστιν καὶ πρακτικὴν ἀρετὴν πρεσβεῖα κεκτημέναι. Τὴν τοιαύτην διαγράφων ἀγωγήν, Τιμοθέῳ χαράττων ὁ ἐν Χριστῷ λαλῶν Παῦλός φησιν· «Τίμα χήρας τὰς ὄντως χήρας», τοιαύτας εἶναι σημαίνων τὰς πάντων τῶν ἀνθρωπίνων στερομένας, ἐχούσας πράξεις ἐπαίνους φερούσας, ἀναθρεψαμένας τέκνα ὡς δεῖ, δαψιλῶς φιλοξενούσας, ὑπερετησάσας Θεοῦ δούλοις, θρεψάσας πένητας, καὶ πᾶσι τοῖς παραπλησίοις ἔργοις ἀρετῆς ἐγκαλλωπιζομένας. 2.263 Ἔχει δὲ περὶ τούτων αὐταῖς συλλαβαῖς ἡ ἀποστολικὴ διδασκαλία ἔνθεν ἀρχομένη· «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, ἐπὶ ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοφρόνησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ καλῷ ἐπηκολούθησεν.» 2.264 Ὑπὲρ βεβαιώσεως δὲ τῶν μνημονευθεισῶν ἀρετῶν χρεία καὶ τελείας ἡλικίας συνεπικοσμούσης τὰς κτητὰς ἀρετάς, τελείων ἐτῶν ἀριθμὸν ἐσχηκυῖαν οὐκ