1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

71

κατεπονήθη ὁ χριστιανισμὸς καὶ ἀνέλαμψεν· δι' αὐτῶν δὲ λέγω, οὐ τῶν ἀνθρώπων ἀλλὰ τῶν τὴν αὐτὴν περιεπόντων ἡγεμονίαν. Εἴρηται δὲ ἐντελέστερον περὶ τούτων ἐν τοῖς ὑπομνήμασιν Ἠσαΐου τοῦ προφήτου. 2.286 Πίστιν παρέχων ὁ λόγος τοῦ προσδοκῆσαι τὰ δοκοῦντα ἀπελπίσθαι, Κύριον τὸν παντοκράτορα ἐπηγγέλθαι αὐτὰ ποιῆσαι εἶπεν. 2.287Zach. VIII, 7-8: Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἰερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. 2.288 Ὥσπερ Θεοῦ ἄνθρωπος προσαγορεύεται ὁ λατρεύων καὶ δουλεύων αὐτῷ, οὕτω λαὸς αὐτοῦ χρηματίζει ὁ ἐκ τῶν καθ' ἕκαστα θεοσεβῶν συμπληρούμενος. Λαὸς αὐτοῦ τυγχάνει ὅνπερ ἀνασῴζει ἐκ πάσης τῆς οἰκουμένης καὶ τῶν περάτων αὐτῆς· ὑπισχνεῖται φάσκων· «Ἰδοὺ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, λέγει Κύριος παντοκράτωρ.» Οὐχ ὁ ἐκ περιτομῆς δὲ μόνος οὗτος, ἀλλ' ὁ πάντων τῶν πιστευόντων τῷ Σωτῆρι ἐθνῶν κατὰ τὸ εὐαγγέλιον ὑπάρχει. 2.289 Πάλαι μὲν γὰρ ἓν μόνον ἔθνος τὸ τῶν Ἑβραίων, λαὸς τοῦ τὰ πάντα δημιουργήσαντος, μερὶς καὶ κλῆρος ἦν, κατὰ τὴν τοῦ ἱεροφάντου μαρτυρίαν λέγοντος· «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, ἐγενήθη μερὶς Κυρίου Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ», διὰ καλλονὴν ἤθους καὶ βίου, κατὰ τὴν μαρτυρίαν τὴν ἐν τεσσερακοστῷ καὶ ἕκτῳ Ψαλμῷ προφερομένην ὑπὸ τῶν ἁγίων οὕτως· «Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, τὴν καλλονὴν Ἰακὼβ ἠγάπησεν.» 2.290 Παραπλησίως ἔχει καὶ τὸ ἐν μωσαϊκῇ διδασκαλίᾳ δεικτικῶς ἀπαγγελλόμενον· «Ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων, τὸ ἔθνος τὸ μέγα τοῦτο», θεοσεβῶν καὶ ἀπεχόμενος ἁμαρτιῶν, κατὰ τὸ λεχθὲν ἐν παναρέτῳ Σαλωμῶνος Σοφίᾳ· «Ὅτι ὁ μὴ ἔχων κακότεχνον ψυχήν, μηδὲ σῶμα κατάχρεω ἁμαρτίας» δέχεται τὴν Θεοῦ σοφίαν καὶ τὴν κατάλληλον αὐτῇ ἱερὰν ἐπιστήμην. Συνᾴδει τῇ νοήσει ταύτῃ τὸ λεχθὲν ὑπὸ θεοσεβοῦς ἀνδρὸς περὶ τοῦ Θεοῦ φάσκοντος τῷ ἀληθινῷ ἀνθρώπῳ· «Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.» 2.291 Σὺν τούτῳ τῷ σοφῷ καὶ ἐπιστήμονι ἔθνει, ὑπάρχοντι «βασιλείῳ ἱερατεύματι, λαῷ εἰς περιποίησιν» ὄντι, εὐφραίνεται τὰ ἔθνη πάντα, γεναμένου τοῦ Σωτῆρος αὐτοῖς ἀγαθῆς προσδοκίας, κατὰ τὴν εὐλογίαν τοῦ ἐκ τοῦ Ἰούδα ἀνατείλαντος Σωτῆρος, ᾗ συνᾴδει καὶ τὸ ἐν Ἠσαΐᾳ οὕτως ἔχον· «Ἔσταιἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» 2.292 Περὶ τῆς ἅμα πάντων ἀνθρώπων τερπωλῆς καὶ θυμηδίας γέγραπται· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ», οὐκέτι ἑνὸς μόνου ἔθνους τοῦ ἑβραϊκοῦ, ἀλλὰ πάντων ἅμα προσκυνούντων καὶ λα̣τρευόντων Θεῷ κατὰ τὰ ἐν Ψαλμοῖς ἀπαγγελλόμενα, ὅπου μέν· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ»· ὅπου δέ· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, καὶ δοξάσουσιν τὸ ὄνομά σου», Κύριε. Καὶ πάλιν· «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» 2.293 Περὶ τῆς πάντων ἀνθρώπων Ἰουδαίων τε καὶ Ἑλλήνων κλήσεως ὡς περὶ ἑνὸς λαοῦ τὸ προκείμενον τοῦ προφήτου ῥητὸν ἀπαγγέλλεται, τοῦ δεσπότου τῶν ἁπάντων λέγοντος· «Ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, λέγει Κύριος παντοκράτωρ.» Περὶ τοῦ ε᾿̣κ πάντων τῶν κλιμάτων τῆς οἰκουμένης συναγομένου χοροῦ καὶ τὸ Εὐαγγέλιον σημαίνει φάσκον τὸν Σωτῆρα εἰρηκέναι· «Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἡλίου ἥξουσιν, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.» Συνῳδὰτῇ πανταχόθεν κλήσει καὶ ἐν τεσσερακοστῷ καὶ ἐνάτῳ Ψαλμῷ ὁ