1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

72

ὑμνῳδὸς κελαδῶν φησιν· «Θεὸς θεῶν Κύριος ἐλάλησεν, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.» 2.294 Πότε δὲ ἡ κλῆσις αὕτη γέγονεν, ἢ ὅτε «ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος» αὐτοῦ πεφανέρωται, πληρουμένης ἑτέρας προφητείας, τῆς ὧδε ἐχούσης· «Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος», ἢ «ἕνεκεν Σιών», ὡς γράφει τὸ τῆς ἐκλογῆς σκεῦος, ὁ ἐν Χριστῷ λαλῶν Παῦλος. 2.295 Πότε δὲ ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν ἐκάλεσεν λαλήσας ὁ τῶν θεῶν Θεός, ἢ ὅτε ἀπεβλήθη ὁ ἐκ περιτομῆς λαός, ἀρνησάμενος τὸν παμβασιλέα Σωτῆρα εἰπών· «Οὐκ ἔχομεν β̣α̣σ̣ιλέα εἰ μὴ Καίσαρα»· «ἐφ' ἡμᾶς τὸ αἷμα αὐτοῦ καὶ ἐπὶ τὰ τέκνα ἡμ̣ῶν». Σταυρώσαντες γὰρ τὸν Σωτῆρα ἀπώσθησαν καὶ τέλ̣ος ἔσχεν ἡ κατὰ σκιὰν καὶ γράμμα λατρεία, ὡς Θεὸν λέγειν π̣ρὸς αὐτούς· «Οὐκ ἔστιν θέλημά μου ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, ὅτι ἀπὸ ἀνατολῶν καὶ δυσμῶν θυμίαμα προσάγεται τῷ ὀνόματί μου ἐν παντὶ τόπῳ, καὶ θυσία καθαρά.» 2.296 Τί δὲ τὸ θυμίαμα καὶ ἡ καθαρὰ θυσία ἐν παντὶ τόπῳ προσαγόμενα ὑπὲρ τοῦ δοξασθῆναι τὸν Θεόν, ὁ μελοποιὸς διαφ̣α̣ίνει πρὸς τὸν μέγαν βασιλέα φάσκων· «Κατευθυνθήτω̣ ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Πάλαι μὲν γὰρ ὅτε ἡ σκιώδης λατρεία χῶραν εἶχεν, ἐν Ἱεροσολύμοις ἦν «ὁ τόπος ὅπ̣ο̣υ προσκυνεῖν ἔδει», καὶ προσευχὴν ἀναπέμπειν, καὶ θυσίαν ἱερουργεῖν. 2.297 Ἐπιλάμψαντος δὲ νῦν το̣υ῀̣ ἀλ̣ηθινοῦ φ̣ω̣τὸς καὶ φωτίσαντος τὸν σύμπαντα κόσμον, ἐν παντὶ τόπῳ τὸ ἑρμηνευθὲν θυμίαμα προσάγεται καὶ ἡ ἁρμόνιος αὐτῷ θυσία, προσευκτηρίων παντ̣α̣χοῦ γῆς διὰ σπουδῆς θείας ἐγηγερμένων, ἵνα δοξάζηται τ̣ὸ ὄνομα τοῦ Θεοῦ ἐν πᾶσι τοῖς ἔθνεσιν τοῖς ἀνατολικοῖς καὶ δυσμικοῖς. 2.298 Κατὰ διάνοιαν ἄλλην, δοξάζουσιν τὸν Θεὸν οἷς ὁ ἥλιος τῆς δικαιοσύνης ἀνέτειλεν, καὶ οἷς ἔδυ τὸ φῶς τῶν ἀσεβῶν περὶ οὗ ἐν Παροιμίαις φέρεται· «Φῶς ἀσεβῶν σβεσθήσεται.» Ὅταν δὲ τοῦθ' ὑπαρχθῇ, ἀνασῴζει τὸν λαὸν αὐτοῦ Κύριος παντοκράτωρ ἀπὸ τῆς τῶν ἀνατολῶν γῆς καὶ τῆς τω῀̣ν δυσμῶν, ἵν' εἰσαγάγῃ τὰ ἔθνη, οὐκ ἐῶν αὐτὰ μένειν ἔξω κατὰ τοὺς ὄχλους τοὺς ἐν παραβολαῖς ἀκούοντας τὸν λόγον τέλειον, ἵν' εἰσελθόντα εἰς τὴν μυστικὴν καὶ πνευματικὴν αὐλὴν τοῦ Ἰησοῦ, ἀκροαταὶ γένωνται τῆς σαφηνείας καὶ ἐπιγνώσεως τῶν παραβολῶν, λέγοντος τοῦ μυσταγωγοῦ· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν.» 2.299 Ὥσπερ δὲ ἔξω τις ὑπάρχων οὐ τόπῳ ἀλλὰ διαθέσει ἐξωτερικῶν ἀκου´̣ει λόγων, ὡσαύτως καὶ ὁ τῆς παλαιᾶς διαθήκης κατὰ γράμμα καὶ σκιὰν ἀκροατὴς ὑπαίτιός ἐστιν· λέγεται γὰρ περὶ τῶν τοιούτων κεκαλυμμένως τοῦ νόμου ἀκουόντων· «Ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίας», οὐκ ἔξω ἀναγινώσκοντες τὴν διδασκαλίαν τοῦ ζωοπο̣ιοῦντος Πνεύματος προσηκαμένου. 2.300 Ὑπῆρκται δὲ τοῦτο ἀναπεμφθείσης εὐχῆς ὧδε ἐχούσης· «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου.» Τοῦτο ὃ ἀξιοῖ περιαιρεθῆναι κάλυμμα, ἀσάφεια τῶν ἀναγνωσμάτων ἐστὶν καὶ ἄγνοια̣ τῇ νοήσει ἐπικειμένη τοῦ ἐντυγχάνοντος ὡς οὐ προσ̣ῆκεν. Ἔστιν γὰρ περὶ τούτων ἐπιστημονικῶς μ̣α̣θεῖν πρὸς τοῦ γράφοντος Ἀποστόλου· «Ἄχρ̣ι γὰρ τῆς σήμερον ἡμέρας̣, ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τῇ ἀναγνώσει κεῖται. Ἡνίκα δ' ἂν ἐπιστρέψ̣ει πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν.» 2.301 Τί δὲ ὑπάρξεται, χαριζομένου Θεοῦ, ὅταν εἰσ̣αχ̣θῇ τὰ ἔθνη τῷ εἰρημένῳ τρόπῳ, ἢ ἐν τῇ Ἰερουσαλὴμ κατασκηνῶσαι τὸν Κύριον, πληρουμένου τοῦ ἐν αὐτῇ ναοῦ τῆς δόξης Κυρίου Θεοῦ παντοκράτορος ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ· οὐ μόνον γὰρ ἐνταῦθα σὺν τῇ ἀληθείᾳ, ἀλλὰ καὶ ε᾿̣ν̣ ἑτέραις γραφαῖς ἡ δικαιοσύνη μνημονεύεται· ἐν γοῦν τεσσερεσκαιδεκάτῳ Ψαλμῷ «ὃ πορευόμενος ἄμω̣μ̣ος ἐργάζεσθαι δικαιοσύνην» εἴρηται «καὶ λαλεῖν ἀλήθειαν̣ ἐν κα̣ρ̣δίᾳ αὐτοῦ». Καὶ ἐν ἄλλῳ Ψαλμῷ· «Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη